<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="11"><p rend="align(center)"><label>Νόμοι</label></p><p>οὐ τοίνυν, ὦ ἄνδρες, οὐδὲ Κυρωνίδην οἷόν τε ἦν ὑὸν Ἀριστάρχῳ εἰσποιῆσαι, ἀλλʼ αὐτῷ μὲν ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον ἐξῆν, ὑὸν ἐγκαταλιπόντα ἐν τῷ Θεναινέτου οἴκῳ, ἐξ αὑτοῦ δὲ ἀντεισαγαγεῖν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀντεισαγαγεῖν</foreign>Dobree: <foreign xml:lang="grc">ἄν τις ἀναγαγεῖν.</foreign></note> οὐκ ἔστι νόμος· ἢ ἐὰν φῶσι, ψεύσονται. ὥστε οὐδʼ ἂν φάσκωσιν ὑπʼ ἐκείνου 〈εἰς〉ποιηθῆναι,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">〈εἰς〉ποιηθῆναι</foreign>Aldbrecht.</note> νόμον ἕξουσι δεῖξαι καθʼ ὃν ἐξῆν αὐτῷ ταῦτα πρᾶξαι, ἀλλʼ ἐξ ὧν αὐτοὶ λέγουσιν ἔτι φανερώτερον ὑμῖν γενήσεται τοῦτο, ὅτι παρανόμως καὶ ἀσελγῶς ἔχουσι τὰ τῆς μητρὸς χρήματα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="12"><p>καὶ μὲν δή, ὦ ἄνδρες, οὐδὲ Ἀριστομένει γε οὐδὲ Ἀπολλοδώρῳ, οἷς προσῆκε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προσῆκε</foreign>Reiske: <foreign xml:lang="grc">-ήκει.</foreign></note> τῆς ἐμῆς μητρὸς ἐπιδικάσασθαι, οὐδὲ τούτοις ἐξῆν. θαυμαστὸν γὰρ ἂν ἦν, εἰ τὴν ἐμὴν μητέρα ἔχοντι Ἀπολλοδώρῳ ἢ Ἀριστομένει οὐκ ἂν οἷόν τε ἦν τῶν ἐκείνης κυρίῳ γενέσθαι, κατὰ τὸν νόμον ὃς οὐκ ἐᾷ τῶν τῆς ἐπικλήρου κύριον εἶναι, ἀλλʼ ἢ τοὺς παῖδας ἐπὶ δίετες ἡβήσαντας κρατεῖν τῶν χρημάτων, ἀλλʼ ἑτέρῳ αὐτὴν ἐκδόντι ἐξέσται εἰς τὰ ταύτης χρήματα ὑὸν εἰσποιῆσαι. δεινὰ μέντʼ ἂν γίγνοιτο. </p></div></div></body></text></TEI>