<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="1"><p rend="align(indent)">ἐβουλόμην 〈μέν〉,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μέν</foreign>add. Bekker.</note> ὦ ἄνδρες, ὥσπερ Θεναίνετος οὑτοσὶ δύναται ψευδῆ λέγειν θαρραλέως, οὕτω κἀγὼ τἀληθῆ πρὸς ὑμᾶς περὶ ὧν ἀμφισβητοῦμεν εἰπεῖν δυνηθῆναι· οἶμαι γὰρ ἂν ὑμῖν εὐθέως δῆλον γενέσθαι εἴθʼ ἡμεῖς ἀδίκως ἐπὶ τὸν κλῆρον ἥκομεν, εἴθʼ οὗτοι μὴ προσηκόντως πάλαι τὰ χρήματα ταῦτα εἰλήφασι. νῦν δὲ οὐκ ἐξ ἴσου διακείμεθα, ὦ ἄνδρες. οἱ μὲν γὰρ καὶ λέγειν δεινοὶ καὶ παρασκευάσασθαι ἱκανοί, ὥστε καὶ ὑπὲρ ἑτέρων πολλάκις ἐν ὑμῖν ἠγωνίσθαι· ἐγὼ δὲ μὴ ὅτι ὑπὲρ ἄλλου ἀλλʼ οὐδὲ ὑπὲρ ἐμαυτοῦ πώποτε δίκην ἰδίαν εἴρηκα, ὥστε πολλῆς δεῖ με συγγνώμης τυχεῖν παρʼ ὑμῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="2"><p rend="align(indent)">ἠνάγκασμαι μὲν οὖν, ὦ ἄνδρες, διὰ τὸ μὴ δύνασθαι δίκην παρʼ αὐτῶν λαβεῖν, τὴν μητέρα τὴν ἐμὴν ἐν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐν</foreign>Dobree: <foreign xml:lang="grc">πρὸς.</foreign></note> τῇ ἀνακρίσει Ἀριστάρχου εἶναι ἀδελφὴν προσγράψασθαι· οὐ μὴν διὰ τοῦτο ὑμῖν ἡ διάγνωσις<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡ διάγνωσις</foreign>Scheibe: <foreign xml:lang="grc">ἥδε ἡ γνῶσις.</foreign></note> ἧττον περὶ αὐτῶν εὐκρινὴς γενήσεται, [ἀλλʼ] ἐκ τῶν νόμων σκοποῦσιν εἰ τὰ ἑαυτοῦ δέδωκε τούτῳ Ἀρίσταρχος ἢ τὰ μηδὲν προσήκοντα. ἔστι δὲ δίκαιον τοῦτο, ὦ ἄνδρες· ὁ γὰρ νόμος κελεύει τὰ μὲν ἑαυτοῦ διαθέσθαι ὅτῳ ἂν ἐθέλῃ, τῶν δὲ ἀλλοτρίων οὐδένα κύριον πεποίηκε. </p></div></div></body></text></TEI>