<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="0"><p rend="align(center)"><label>Ὑπόθεσις</label></p><p rend="align(indent)">Ἀρίσταρχός τις τεσσάρων πατὴρ γενόμενος παίδων, Κυρωνίδου καὶ Δημοχάρους καὶ τῆς μητρὸς τοῦ λέγοντος τὸν λόγον καὶ ἄλλης κόρης, τούτων<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τούτων</foreign>Bekker: <foreign xml:lang="grc">τοῦτον.</foreign></note> μὲν τὸν Κυρωνίδην ἔτι περίων εἰσεποίησεν εἰς τὸν Ξεναινέτου τοῦ κατὰ μητέρα πάππου κλῆρον, αὐτὸς δὲ κληρονόμους τοὺς λοιποὺς ἑαυτῷ κατέλειψε παῖδας. μετὰ ταῦτα τελευτᾷ μὲν Δημοχάρης ἄπαις, καὶ ἡ μία θυγάτηρ [αὐτοῦ] καὶ αὐτὴ ἄπαις, ὁ δὲ κλῆρος ὅλος ἔρχεται δικαίως εἰς τὴν μητέρα τοῦ λέγοντος τὸν λόγον. καὶ ταῦτα μὲν οὕτω· μετὰ δὲ τὴν τελευτὴν Ἀριστάρχου Ἀριστομένης ἀδελφὸς ὢν αὐτοῦ καὶ κατὰ νόμον ἐπίτροπος τῶν τοῦ ἀδελφοῦ γινόμενος παίδων, ἐκδέδωκε Κυρωνίδῃ τῷ ἐκποιήτῳ υἱῷ Ἀριστάρχου τὴν θυγατέρα ἑαυτοῦ, ἐπαγγειλάμενος περιποιῆσαι αὐτῷ τὸν Ἀριστάρχου κλῆρον. ὃ δὴ καὶ πεποίηκε· γενομένου γὰρ υἱοῦ τῷ Κυρωνίδῃ πρῶτον μὲν ὄνομα τῷ παιδὶ τὸ τοῦ πάππου δεδώκασιν, Ἀρίσταρχον ὀνομάσαντες, εἶτα εἰσεποίησαν αὐτὸν εἰς τὸν 〈τοῦ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign>add. Bekker.</note> πάππου οἶκον ὡς δὴ τοῦτο ἐκείνου προστάξαντος, καὶ παραδέδωκεν Ἀριστομένης αὐτῷ τὸν ὅλον τοῦ πάππου κλῆρον. ἔτι δὲ ἄπαις<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄπαις</foreign>Graux: <foreign xml:lang="grc">παῖς.</foreign></note> ὢν ἐκεῖνος [καὶ] τελευτῶν κληρονόμον κατὰ διαθήκας ἐνεστήσατο τὸν ἴδιον ἀδελφὸν Ξεναίνετον. τούτων οὕτω γενομένων, καὶ κρατοῦντος Ξεναινέτου τὴν Ἀριστάρχου τοῦ παλαιοῦ οὐσίαν, ἀμφισβητεῖ πρὸς αὐτὸν ὁ υἱὸς τῆς θυγατρὸς Ἀριστάρχου τοῦ παλαιοῦ, λέγων ἑαυτὸν μόνον εἶναι κληρονόμον δικαίως τῶν Ἀριστάρχου τοῦ παλαιοῦ χρημάτων. ὁ μὲν γὰρ Κυρωνίδης (φησίν) ἐκποίητος ἐγένετο· ὁ δὲ πατὴρ υἱὸν ἔχων γνήσιον τὸν Δημοχάρην, οὐκ ἐδύνατο θετὸν ἑαυτῷ ποιῆσαι παῖδα· ὁ δὲ Δημοχάρης ἀτελὴς ὢν οὐδὲ αὐτὸς ἐδύνατο εἰσποιῆσαι τῷ πατρὶ θετὸν υἱόν· ἀλλʼ οὐδʼ ἡ ἄλλη θυγάτηρ αὐτοῦ ἡ προτελευτήσασα. ὥστε οὐ κατὰ τὸν νόμον (φησί) τῆς εἰσποιήσεως γενομένης τοῦ μικροῦ Ἀριστάρχου, οὐκέτι συνίστατο ἡ διαθήκη αὐτοῦ, τοῦ νέου Ἀριστάρχου· ἃ γὰρ μὴ δικαίως ἐκτήσατο, πῶς ἄλλῳ παραπέμπειν ἐδύνατο; ἀναιρουμένης δὲ τῆς διαθήκης εἰκότως ὁ κλῆρος εἰς τὸν λέγοντα τὸν λόγον ἐφέρετο, υἱὸν ὄντα τῆς γνησίας θυγατρὸς Ἀριστάρχου τοῦ παλαιοῦ. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ πραγματικὴ ἔγγραφος· ζητεῖ〈ται〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ζητεῖ〈ται〉</foreign>Wyse.</note> γὰρ εἰ δεῖ τὰς τοιαύτας συνεστάναι διαθήκας, καὶ τίς δικαιότερα λέγει. </p></div></div></body></text></TEI>