Μάρτυρες ὅτι μὲν οὐκ ἔθαψε Κλέων Ἀστύφιλον, οὐδʼ 〈ἂν〉 Ἰφιστιάδῃ Thalheim: ἡφαιστίδῃ. αὐτὸς ἔξαρνος γένοιτο μεμαρτύρηταί τε ὑμῖν· ἐπειδὴ δʼ ἐπεδήμησα ἐγὼ καὶ ᾐσθόμην καρπουμένους τούτους τὰ ἐκείνου, ὁ [δὲ] ὑὸς αὐτοῦ ποιηθείη ὑπὸ Ἀστυφίλου, καὶ τούτων διαθήκας καταλίποι παρὰ Ἱεροκλεῖ Ἰφιστιάδῃ. ἀκούσας δʼ ἐγὼ λέγοντος αὐτοῦ ταῦτα ἐπορευόμην παρὰ τὸν Ἱεροκλέα, εὖ μὲν εἰδὼς ὅτι ὡς οἷόν τε μάλιστα ἐπιτήδειος εἴη Κλέωνι, οὐχ ἡγούμενος δʼ ἂν αὐτὸν τολμῆσαί τι ψεύσασθαι κατὰ Ἀστυφίλου τετελευτηκότος, καὶ ταῦτα θεῖον ὄντα καὶ ἐμοῦ καὶ ἐκείνου. ὅμως δέ, ὦ ἄνδρες, οὐδὲν τούτων ὑπολογισάμενος ὁ Ἱεροκλῆς ἐρωτώμενος ὑπʼ ἐμοῦ ἀπεκρίνατό μοι ὅτι ἔχοι τὰς διαθήκας· λαβεῖν δὲ ἔφη αὐτὰς παρὰ Ἀστυφίλου, ὅτε εἰς Μυτιλήνην ἔμελλεν ἐκεῖνος ἐκπλεῖν. ὡς δὲ ταῦτʼ ἔλεγεν, ἀνάγνωθί μοι ταύτην τὴν μαρτυρίαν [ὅτι Ἱεροκλῆς ἀπεκρίνατο]. Μαρτυρία ἐπειδὴ τοίνυν, ὦ ἄνδρες, οὔτε παραγενόμενος οὐδεὶς ἔτυχε τῶν οἰκείων ὅτε ὁ ἀδελφὸς ἐτελεύτησεν, οὔτε ἐγὼ ἐπεδήμουν ὅτε τὰ ὀστᾶ αὐτοῦ δεῦρο ἐκομίσθη, ἀναγκαῖόν μοί ἐστιν ἐξ αὐτῶν ὧν οὗτοι λέγουσιν ἐλέγχειν ψευδεῖς οὔσας τὰς διαθήκας [ἃς ἐποιήσαντο]. εἰκὸς γὰρ ἐκεῖνον οὐ μόνον ἐπιθυμεῖν ὑὸν ποιησάμενον καταλιπεῖν, ἀλλὰ καὶ σκοπεῖσθαι ὅπως κυριώτατα ἔσται ἃ ἂν διαθῆται, καὶ τήν τε οὐσίαν, ὃν ἂν ἐκεῖνος εἰσποιήσηται, οὗτος ἕξει, καὶ ἐπὶ τοὺς βωμοὺς τοὺς πατρῴους οὗτος βαδιεῖται, καὶ τελευτήσαντι αὐτῷ καὶ τοῖς ἐκείνου προγόνοις τὰ νομιζόμενα ποιήσει· ἅπαντα δὲ ταῦτα μάλιστʼ ἂν εἰδέναι ὅτι γένοιτο, γένοιτο Dobree: γένοιντο. εἰ μὴ ἄνευ τῶν οἰκείων τῶν ἑαυτοῦ τὰς διαθήκας ποιοῖτο, ἀλλὰ πρῶτον μὲν συγγενεῖς παρακαλέσας, ἔπειτα δὲ φράτορας καὶ δημότας, ἔπειτα τῶν ἄλλων ἐπιτηδείων ὅσους δύναιτο πλείστους· οὕτω γὰρ εἴτε κατὰ γένος εἴτε κατὰ δόσιν ἀμφισβητοίη τις, ῥᾳδίως ἂν ἐλέγχοιτο ψευδόμενος. ὁ τοίνυν Ἀστύφιλος οὐδὲν φαίνεται τοιοῦτον ποιήσας, οὐδὲ παραστησάμενος οὐδένα τούτων ὅτε διέθετο ἃ οὗτοί φασιν, εἰ μή τις ἄρα ὑπὸ τούτων πέπεισται ὁμολογεῖν παρεῖναι. αὐτὸς δʼ ὑμῖν πάντας τούτους μαρτυροῦντας παρέξομαι.