<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg009.perseus-grc2" n="35"><p>ἀπέδειξα δʼ ὑμῖν ὡς οὐδενὶ ἐκεῖνος δέδωκε τὰ ἑαυτοῦ, καὶ μάρτυρας ἁπάντων ὧν εἶπον παρεσχόμην. βοηθήσατε οὖν μοι, καὶ εἰ λέγειν ἐμοῦ δύναται Κλέων μᾶλλον, τοῦτο αὐτῷ ἄνευ τοῦ νόμου καὶ τοῦ δικαίου μηδὲν ἰσχυσάτω, ἀλλʼ ὑμᾶς αὐτοὺς βραβευτὰς ἁπάντων καταστήσατε. διὰ τοῦτο γὰρ συλλέγεσθε, ἵνα τοῖς μὲν ἀναισχυντοῦσι μηδὲν πλέον ᾖ, οἱ δὲ ἀδυνατώτεροι τολμῶσι περὶ τῶν δικαίων ἀμφισβητεῖν, εὖ εἰδότες ὅτι ὑμεῖς οὐδενὶ ἄλλῳ τὸν νοῦν προσέχετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg009.perseus-grc2" n="36"><p>ἅπαντες οὖν, ὦ ἄνδρες, μετʼ ἐμοῦ γένεσθε· ὡς ἐάν τι ἄλλο ψηφίσησθε Κλέωνι πειθόμενοι, σκέψασθε ὁπόσων αἴτιοι γενήσεσθε. πρῶτον μὲν τοὺς ἐχθίστους Ἀστυφίλου ἐπί τε τὰ μνήματα ἰέναι καὶ ἐπὶ τὰ ἱερὰ 〈τὰ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὰ</foreign>add. Sauppe.</note> ἐκείνου ποιήσετε· ἔπειτα τὰς Εὐθυκράτους ἐπισκήψεις, τοῦ πατρὸς τοῦ Ἀστυφίλου, ἀκύρους ποιήσετε, ἃς αὐτὸς πρότερον ἀπέθανεν ἢ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπέθανεν ἢ</foreign>Bekker: <foreign xml:lang="grc">ἢ ἀπέθανεν.</foreign></note> παραβῆναι· ἔπειτα τετελευτηκότα Ἀστύφιλον παρανοίας αἱρήσετε· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg009.perseus-grc2" n="37"><p>εἰ γὰρ τοῦτον ἐποιήσατο ὑὸν οὗ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὖ</foreign>Sauppe: <foreign xml:lang="grc">ὃς.</foreign></note> τῷ πατρὶ πολεμιώτατος ἦν, πῶς οὐ δόξει τοῖς ἀκούσασι παρανοεῖν ἢ ὑπὸ φαρμάκων διεφθάρθαι; ἔτι δʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ἐκτραφέντα ἐν τῷ αὐτῷ καὶ συμπαιδευθέντα Ἀστυφίλῳ καὶ ἀδελφὸν ὄντα, περιόψεσθε ὑπὸ Κλέωνος ἀποστερηθέντα τῶν ἐκείνου. ἀντιβολῶ ὑμᾶς καὶ ἱκετεύω ἐκ παντὸς τρόπου ψηφίσασθαί μοι· οὕτω γὰρ ἂν μάλιστα Ἀστυφίλῳ τε χαρίσαισθε κἀμὲ οὐκ ἂν ἀδικήσαιτε.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀδικήσαιτε</foreign>Bekker: <foreign xml:lang="grc">-σητε.</foreign></note></p></div></div></body></text></TEI>