ἀπέδειξα δʼ ὑμῖν ὡς οὐδενὶ ἐκεῖνος δέδωκε τὰ ἑαυτοῦ, καὶ μάρτυρας ἁπάντων ὧν εἶπον παρεσχόμην. βοηθήσατε οὖν μοι, καὶ εἰ λέγειν ἐμοῦ δύναται Κλέων μᾶλλον, τοῦτο αὐτῷ ἄνευ τοῦ νόμου καὶ τοῦ δικαίου μηδὲν ἰσχυσάτω, ἀλλʼ ὑμᾶς αὐτοὺς βραβευτὰς ἁπάντων καταστήσατε. διὰ τοῦτο γὰρ συλλέγεσθε, ἵνα τοῖς μὲν ἀναισχυντοῦσι μηδὲν πλέον ᾖ, οἱ δὲ ἀδυνατώτεροι τολμῶσι περὶ τῶν δικαίων ἀμφισβητεῖν, εὖ εἰδότες ὅτι ὑμεῖς οὐδενὶ ἄλλῳ τὸν νοῦν προσέχετε. ἅπαντες οὖν, ὦ ἄνδρες, μετʼ ἐμοῦ γένεσθε· ὡς ἐάν τι ἄλλο ψηφίσησθε Κλέωνι πειθόμενοι, σκέψασθε ὁπόσων αἴτιοι γενήσεσθε. πρῶτον μὲν τοὺς ἐχθίστους Ἀστυφίλου ἐπί τε τὰ μνήματα ἰέναι καὶ ἐπὶ τὰ ἱερὰ 〈τὰ〉 τὰ add. Sauppe. ἐκείνου ποιήσετε· ἔπειτα τὰς Εὐθυκράτους ἐπισκήψεις, τοῦ πατρὸς τοῦ Ἀστυφίλου, ἀκύρους ποιήσετε, ἃς αὐτὸς πρότερον ἀπέθανεν ἢ ἀπέθανεν ἢ Bekker: ἢ ἀπέθανεν. παραβῆναι· ἔπειτα τετελευτηκότα Ἀστύφιλον παρανοίας αἱρήσετε· εἰ γὰρ τοῦτον ἐποιήσατο ὑὸν οὗ οὖ Sauppe: ὃς. τῷ πατρὶ πολεμιώτατος ἦν, πῶς οὐ δόξει τοῖς ἀκούσασι παρανοεῖν ἢ ὑπὸ φαρμάκων διεφθάρθαι; ἔτι δʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ἐκτραφέντα ἐν τῷ αὐτῷ καὶ συμπαιδευθέντα Ἀστυφίλῳ καὶ ἀδελφὸν ὄντα, περιόψεσθε ὑπὸ Κλέωνος ἀποστερηθέντα τῶν ἐκείνου. ἀντιβολῶ ὑμᾶς καὶ ἱκετεύω ἐκ παντὸς τρόπου ψηφίσασθαί μοι· οὕτω γὰρ ἂν μάλιστα Ἀστυφίλῳ τε χαρίσαισθε κἀμὲ οὐκ ἂν ἀδικήσαιτε. ἀδικήσαιτε Bekker: -σητε.