Μάρτυρες εἰς τοίνυν τὰ ἱερὰ ὁ πατὴρ ὁ ἐμὸς τὸν Ἀστύφιλον 〈ὄντα〉 ὄντα add. Dobree. παῖδα ἦγε μεθʼ ἑαυτοῦ ὥσπερ καὶ ἐμὲ πανταχῇ καὶ εἰς τοὺς θιάσους τοὺς Ἡρακλέους ἐκεῖνον [αὐτὸν] εἰσήγαγεν, ἵνα μετέχοι τῆς κοινωνίας. αὐτοὶ ὑμῖν οἱ θιασῶται μαρτυρήσουσιν. Μάρτυρες μάρτυρες Aldus: μαρτυρία. ἐγὼ δέ, ὦ ἄνδρες, ὡς διεκείμην πρὸς τὸν ἀδελφόν, σκέψασθε. πρῶτον μὲν γὰρ συνετράφην ἐκείνῳ ἐκ παιδίου, ἔπειτα οὐδέποτε διάφορος ἐγενόμην, ἀλλʼ ἠσπάζετό με, ὡς ἴσασιν οἱ οἰκεῖοι πάντες οἱ ἡμέτεροι καὶ οἱ φίλοι· οὓς βούλομαι ὑμῖν μάρτυρας ἀναβιβάσαι. Μάρτυρες δοκεῖ ἂν οὖν ὑμῖν Ἀστύφιλος, ὦ ἄνδρες, οὕτω μὲν μισῶν Κλέωνα, τοσαῦτα δʼ ἀγαθὰ ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ πεπονθώς, αὐτὸς τῶν ἐχθρῶν ἄν τινος ὑὸν ποιήσασθαι ἢ τὰ ἑαυτοῦ δοῦναι, τοὺς εὐεργέτας καὶ τοὺς συγγενεῖς ἀποστερήσας; ἐγὼ μὲν οὐκ ἂν οἴομαι, εἰ καὶ δεκάκις ὁ Ἱεροκλῆς διαθήκας ψευδεῖς ἀποδεικνύει, ἀλλὰ καὶ διὰ τὸ ἀδελφὸν εἶναι καὶ διὰ τὴν ἄλλην οἰκειότητα πολὺ μᾶλλον προσήκειν ἐμοὶ ἢ τῷ Κλέωνος ὑεῖ, ἐπεὶ ἐπεὶ sched. *eton., Reiske: ἐπὶ. τούτοις γε οὐδὲ προσποιήσασθαι καλὸν ἦν τῶν Ἀστυφίλου, οἵτινες οὕτω διέκειντο πρὸς αὐτόν, τὰ δὲ ὀστᾶ οὐκ ἔθαψαν, ἀλλὰ πρότερον ἐπὶ τὴν οὐσίαν ἦλθον πρὶν ἐκείνῳ τὰ νομιζόμενα ποιῆσαι. ἔπειτα νῦν ἀξιώσουσι κληρονομεῖν τῶν Ἀστυφίλου οὐ μόνον τὰς διαθήκας λέγοντες, ἀλλὰ καὶ τὸ γένος παρατιθέντες, ὅτι ἀνεψιὸς ἦν Κλέων πρὸς πατρός. ὑμᾶς δέ, ὦ ἄνδρες, οὐκ εἰκός ἐστι τῷ τοὔτου γένει προσέχειν τὸν νοῦν· οὐδεὶς γὰρ πώποτε ἐκποίητος γενόμενος ἐκληρονόμησε τοῦ οἴκου ὅθεν ἐξεποιήθη, ἐὰν μὴ ἐπανέλθῃ κατὰ τὸν νόμον.... οὗτοι μέντοι ἀκριβῶς εἰδότες ὅτι οὐκ ἐποιήσατο Ἀστύφιλος τὸν Κλέωνος ὑόν, πολλάκις ἐληλυθότι αὐτῷ οὐδεπώποτε κεκρεανομήκασι. λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν. Μαρτυρία ἑκατέρῳ οὖν ἡμῶν, ἐξ ὧν ἀντωμόσαμεν σκεψάμενοι, ψηφίσασθε. Κλέων μὲν γάρ φησι τὸν ὑὸν τὸν ἑαυτοῦ Ἀστυφίλῳ εἰσποιηθῆναι, καὶ ταῦτʼ ἐκεῖνον διαθέσθαι· ἐγὼ δʼ οὔ φημι, ἀλλʼ ἐμὰ εἶναι πάντα τὰ Ἀστυφίλου, ἀδελφὸς ὢν ἐκείνου, ὡς καὶ αὐτοὶ οὗτοι οὖτοι Dobree: -τοῦτο. ἴσασι. μὴ τοίνυν, ὦ ἄνδρες, εἰσποιήσητε εἰσποιήσητε Sauppe: -σησθε. ὑὸν Ἀστυφίλῳ ὃν οὐδʼ αὐτὸς ζῶν ἐκεῖνος ἐποιήσατο, ἀλλὰ τοὺς νόμους οὓς ὑμεῖς ἔθεσθε βεβαιώσατέ μοι· κατὰ τούτους γὰρ ἀμφισβητῶ, ὁσιωτάτην δέησιν δεόμενος, ὦ ἄνδρες, τῆς τοῦ ἀδελφοῦ οὐσίας κληρονόμον με καταστῆσαι.