καὶ ἐμοὶ μὲν συγγενὴς ὢν οὐδὲ τὰ γενόμενα ἐθέλει μαρτυρεῖν, ᾧ δʼ οὐδὲν προσήκει, τούτῳ τὰ ψευδῆ συλλαμβάνει καὶ τῶν οὐ πραχθέντων γραμματεῖον ἥκει φέρων· πολὺ γὰρ προὐργιαίτερον ἡγεῖται εἶναι τὸ χρηματίζεσθαι ἢ τὴν ἐμὴν συγγένειαν. ὡς δὲ ἐπηγγέλλετο περιιὼν διαθήκας ἀποφανεῖν, ἀποφανεῖν Dobree: -φαίνειν. εἴ τις αὑτῷ κοινώσαιτο, αὐτοὺς ὑμῖν οἷς προσῆλθε μάρτυρας αὐτοὺς ὑμῖν οἷς προσῆλθε μάρτυρας Scheibe: αὐτοῦ ὑμῖν ὡς προσῆλθε μαρτυρίας. παρέξομαι. παρέξομαι Dobree: παρέχ-. Μάρτυρες μάρτυρες Scheibe: μαρτυρίαι. τί οὖν χρή, ὦ ἄνδρες, ὄνομα θέσθαι τούτῳ τῷ ἀνδρί, ὅστις ἐθέλει οὕτω ῥᾳδίως διὰ τὸ ἑαυτοῦ κέρδος τῶν τεθνεώτων τινὸς καταψεύδεσθαι; ὡς δὲ οὐδὲ Κλέωνι προῖκα τὰς διαθήκας ἀποφαίνει, ἀλλὰ μισθὸν εἴληφεν, αὕτη ὑμῖν ἡ μαρτυρία οὐ μικρὸν τεκμήριον ἔσται. τοιαῦτα μέντοι κοινῇ ἐπʼ ἐμοὶ τεχνάζουσιν· ἡγεῖται γὰρ αὐτῶν ἑκάτερος εὕρημα ἔχειν ὅ τι ἂν τῶν Ἀστυφίλου λάβῃ. ὡς μὲν οὖν οὐκ εἰσὶν ἀληθεῖς αἱ διαθῆκαι, ἀλλὰ Κλέων καὶ Ἱεροκλῆς βούλονται ὑμᾶς ἐξαπατῆσαι, καθʼ ὅσον ἐδυνάμην ἀπέδειξα· ὡς δʼ εἰ καὶ μηδὲν προσήκων ἔτυχον Ἀστυφίλῳ, δικαιότερός εἰμι ἔχειν τὰ ἐκείνου ἢ οὗτοι, διδάξω ὑμᾶς. ὅτε γὰρ ἐλάμβανε Θεόφραστος ὁ ἐμὸς πατὴρ τὴν ἐμὴν μητέρα καὶ Ἀστυφίλου παρὰ Ἱεροκλέους, ἦλθε καὶ αὐτὸν ἐκεῖνον ἔχουσα μικρὸν ὄντα, καὶ διῃτᾶτο παρʼ ἡμῖν τὸν ἅπαντα χρόνον ὁ Ἀστύφιλος, καὶ ἐπαιδεύθη ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ. καὶ ἐπειδὴ ἐγὼ ἐγενόμην καὶ ὥραν εἶχον παιδεύεσθαι, μετʼ ἐκείνου συνεπαιδευόμην. λαβὲ δέ μοι ταύτην τὴν μαρτυρίαν, εἶτα τῶν διδασκάλων ὅποι ἐφοιτῶμεν. Μαρτυρίαι μαρτυρίαι Reiske: -ία. τὸ τοίνυν χωρίον τὸ ἐκείνου πατρῷον, ὦ ἄνδρες, ὁ πατὴρ ὁ ἐμὸς ἐφύτευσε καὶ ἐγεώργει καὶ ἐποίει διπλασίου ἄξιον. ἀνάβητέ μοι καὶ τούτων μάρτυρες. Μάρτυρες ἐπεὶ τοίνυν ἐδοκιμάσθη ὁ ἀδελφός, ἀπέλαβε πάντα ὀρθῶς καὶ δικαίως, ὥστε ἐκεῖνον μηδὲ πώποτε μηδὲν ἐγκαλέσαι τῷ ἐμῷ πατρί. μετὰ δὲ ταῦτα τὴν ἀδελφὴν τὴν ἐκείνου ὁμοπατρίαν ἠγγύησεν ὁ ἐμὸς πατὴρ ὅτῳ ἐδόκει αὐτῷ, καὶ τἆλλα διῴκει, καὶ ταῦτα τῷ Ἀστυφίλῳ ἐξήρκει· ἱκανὴν γὰρ ἡγήσατο βάσανον εἰληφέναι ἀπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ τῆς εἰς αὑτὸν εὐνοίας, ἐκ μικροῦ παιδίου τεθραμμένος παρʼ αὐτῷ. μαρτυροῦσι δὲ ὑμῖν ὑμῖν Sauppe: ἡμῖν. καὶ περὶ τῆς ἐγγύης οἱ εἰδότες.