Μαρτυρία ἀκούων τοίνυν ταῦτα ὁ Ἀστύφιλος καὶ τούτου καὶ τῶν ἄλλων προσηκόντων εὐθέως ἐκ παιδίου, παιδίου Dobree: παίδων. ἐπειδὴ τάχιστα ἤρχετο φρονεῖν, οὐδὲ πώποτε διελέχθη Κλέωνι, ἀλλὰ πρότερον ἐτελεύτησεν, οὐχ ἡγούμενος ὅσιον εἶναι, τοιαύτην αἰτίαν ἔχοντος Θουδίππου περὶ τὸν αὑτοῦ πατέρα, τῷ ἐκείνου ὑεῖ διαλέγεσθαι. ὡς οὖν τὸν ἅπαντα χρόνον διάφορος ἦν Κλέωνι, τούτων ὑμῖν τοὺς συνειδότας μάρτυρας παρέξομαι. Μάρτυρες εἰς τὰς θυσίας τοίνυν, ἐν αἷσπερ οἱ ἄλλοι Ἀθηναῖοι ἑστιῶνται, πρῶτον μὲν δημότην ὄντα, ἔπειτα ἀνεψιόν, ἔτι δὲ τὸν ὑὸν τούτου μέλλοντα ποιεῖσθαι, εἰκὸς δήπου ἦν, ὁπότε περ ἐπιδημοίη, ἐπιδημοίη Reiske: ἀπο- μηδὲ μεθʼ ἑνὸς ἄλλου ἰέναι ἰέναι Reiske: εἶναι. τὸν Ἀστύφιλον ἢ μετὰ Κλέωνος. ὡς τοίνυν οὐδέποτʼ ἦλθε μετʼ αὐτοῦ, ὑμῖν τῶν δημοτῶν μαρτυρίαν ἀναγνώσεται. Μαρτυρία οὕτως τοίνυν διακείμενος τῷ τετελευτηκότι Κλέων ἀξιοῖ τὸν ὑὸν τὸν ἑαυτοῦ τὰ ἐκείνου ἔχειν. καὶ τί δεῖ τοῦτον λέγειν; ἀλλʼ Ἱεροκλῆς, θεῖος ὢν καὶ 〈ἐκείνῳ καὶ〉 ἐκείνῳ καὶ add. Dobree. ἐμοί, οὕτως ἐστὶ τολμηρὸς ὥστε οὐ γενομένας διαθήκας ἥκει φέρων, καί φησι παρʼ ἑαυτῷ Ἀστύφιλον ταύτας καταλιπεῖν. καίτοι, Ἱερόκλεις, πολλὰ κἀγαθὰ παθὼν ὑπὸ Θεοφράστου τοῦ πατρὸς τοῦ ἐμοῦ, ὅτε χεῖρον ἔπραττες ἢ νυνί, καὶ ὑπὸ Ἀστυφίλου, οὐδετέρῳ αὐτοῖν τὴν ἀξίαν χάριν ἀποδίδως· ἐμὲ μὲν γὰρ ὑὸν ὄντα Θεοφράστου, σαυτῷ δὲ ἀδελφιδοῦν, ἀποστερεῖς ἅ μοι οἱ νόμοι ἔδοσαν, Ἀστυφίλου δὲ τεθνεῶτος καταψεύδῃ, καὶ τὸ κατὰ σαυτὸν μέρος τοὺς ἐχθίστους καθίστης τῶν ἐκείνου κληρονόμους. καὶ πρὶν μὲν ληχθῆναι τοῦ κλήρου, ὦ ἄνδρες, εὖ εἰδὼς ὁ Ἱεροκλῆς ὅτι οὐδενὶ ἄλλῳ γίγνοιτο τὰ Ἀστυφίλου ἢ ἐμοί, ἐν μέρει ἑκάστῳ τῶν ἐκείνου ἐπιτηδείων προσῄει πωλῶν τὸ πρᾶγμα καὶ τοὺς οὐδὲν προσήκοντας πείθων ἀμφισβητεῖν, λέγων ὅτι θεῖος εἴη Ἀστυφίλῳ καὶ ἀποφανοίη ἀποφανοίη Scheibe: -φάνοι. διαθήκας ἐκεῖνον καταλελοιπότα, εἴ τις αὑτῷ κοινώσοιτο· ἐπειδὴ δὲ πρὸς Κλέωνα διωμολογήσατο καὶ τῶν τοῦ ἀδελφοῦ ἐμερίσατο, νυνὶ ὡς ἀληθῆ λέγων ἀξιώσει πιστεύεσθαι. δοκεῖ δέ μοι κἂν ὀμόσαι ἄσμενος, εἴ τις αὐτῷ ὅρκον διδοίη.