<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg009.perseus-grc2" n="10"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">ἴσως τοίνυν Κλέων οὑτοσὶ φήσει<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">φήσει</foreign>Naber: <foreign xml:lang="grc">φησιν.</foreign></note> οὐκ εἰκὸς εἶναι τεκμηρίοις ὑμᾶς χρήσασθαι τούτοις τοῖς μάρτυσιν, ὅτι μαρτυροῦσι μὴ εἰδέναι Ἀστύφιλον ταῦτα διατιθέμενον. ἐγὼ δʼ οἶμαι, περί γε διαθηκῶν οὔσης τῆς ἀμφισβητήσεως καὶ περὶ τοῦ ποιηθῆναί τινα ὑὸν Ἀστυφίλῳ, ἡμῖν πολὺ βεβαιοτέραν εἶναι μαρτυρίαν ἣν οἱ ἀναγκαῖοι 〈οἱ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἱ</foreign>add. Sauppe.</note> ἐκείνου περὶ τῶν μεγίστων μή φασι παραγενέσθαι, μᾶλλον ἢ ἣν οἱ μηδὲν προσήκοντες μαρτυροῦσι παρεῖναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg009.perseus-grc2" n="11"><p>καὶ ἐχρῆν δʼ, ὦ ἄνδρες, καὶ αὐτὸν Κλέωνα, μὴ δοκοῦντα εἶναι ἠλίθιον, ὅτε τὸν ὑὸν τὸν τούτου ἐποιεῖτο Ἀστύφιλος καὶ τὰς διαθήκας κατέλειπε, παρακαλέσαι εἴ τέ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τέ</foreign>Dobree: <foreign xml:lang="grc">γέ.</foreign></note> τινα συγγενῆ ἐπιδημοῦντα ἐγίγνωσκε, καὶ τοὺς ἄλλους, ὅτῳ περ ἔμβραχυ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">περ ἔμβραχυ</foreign>Cobet: <foreign xml:lang="grc">ἐπιβραχύ περ.</foreign></note> ᾔδει Ἀστύφιλον χρώμενον. κωλῦσαι μὲν γὰρ οὐδεὶς ἂν αὐτὸν ἐδύνατο, ὅτῳ ἐβούλετο, δοῦναι τὰ ἑαυτοῦ· τούτῳ δʼ ἂν μεγάλη μαρτυρία ἦν, ὅτι οὐ λάθρᾳ ταῦτα διέθετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg009.perseus-grc2" n="12"><p>ἔτι δʼ, ὦ ἄνδρες, εἰ μὲν ὁ Ἀστύφιλος μηδένα ἐβούλετο εἰδέναι ὅτι τὸν Κλέωνος ὑὸν ἐποιεῖτο μηδʼ ὅτι διαθήκας καταλίποι, εἰκὸς ἦν μηδὲ ἄλλον μηδένα ἐγγεγράφθαι ἐν τῷ γραμματείῳ μάρτυρα· εἰ δʼ ἐναντίον μαρτύρων φαίνεται διαθέμενος, τούτων δὲ μὴ τῶν μάλιστα χρωμένων ἀλλὰ τῶν ἐντυχόντων, πῶς εἰκός ἐστιν ἀληθεῖς εἶναι τὰς διαθήκας; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg009.perseus-grc2" n="13"><p>οὐ γὰρ 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Scheibe.</note> ἡγοῦμαι ἔγωγε οὐδένα, ὑὸν ἑαυτῷ ποιούμενον, τολμῆσαι ἄλλους τινὰς παρακαλέσαι ἢ τούτους, οἷς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἷς</foreign>Dobree: <foreign xml:lang="grc">οὕς.</foreign></note> περ καὶ ἱερῶν καὶ ὁσίων κοινωνὸν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κοινωνὸν</foreign>Dobree: <foreign xml:lang="grc">κοινωνοὺς.</foreign></note> ἀνθʼ αὑτοῦ εἰς τὸν ἔπειτα χρόνον ἔμελλε καταλιπεῖν. ἀλλὰ μὴν οὐδʼ αἰσχυνθῆναι οὐδενὶ προσήκει ἐπὶ τοιαύταις διαθήκαις ὡς πλείστους μάρτυρας παρίστασθαι, νόμου γε ὄντος ἐξεῖναι ὅτῳ βούλοιτο δοῦναι τὰ ἑαυτοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg009.perseus-grc2" n="14"><p rend="align(indent)">σκέψασθε δέ, ὦ ἄνδρες, καὶ ἐκ τοῦ χρόνου ὃν οὗτοι λέγουσι περὶ τῶν διαθηκῶν. ὅτε γὰρ εἰς Μυτιλήνην ἐξέπλει στρατευόμενος, τότε φασὶν αὐτὸν ταῦτα διαθέσθαι· φαίνεται δὲ ὁ Ἀστύφιλος τῷ τούτων λόγῳ τὰ μέλλοντα ἅπαντα ἔσεσθαι προειδώς. πρῶτον μὲν γὰρ ἐστρατεύσατο εἰς Κόρινθον, ἔπειτα εἰς Θετταλίαν, ἔτι δὲ τὸν Θηβαικὸν πόλεμον ἅπαντα, καὶ ἄλλοσε ὅπου περ αἰσθάνοιτο στράτευμα συλλεγόμενον, ἁπανταχοῖ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἁπανταχοῖ</foreign>Reiske: <foreign xml:lang="grc">-ῆ.</foreign></note> ἀπεδήμει λοχαγῶν· καὶ οὐδʼ ἐν μιᾷ τούτων τῶν ἐξόδων διαθήκας κατέλιπεν. ἡ δὲ εἰς τὴν Μυτιλήνην στρατεία τελευταία αὐτῷ ἐγένετο, ἐν ᾗ καὶ ἀπέθανε. </p></div></div></body></text></TEI>