ὑμῶν δʼ ἐγὼ δέομαι καὶ ἱκετεύω, μή με περιίδητε περὶ τούτων ὑβρισθέντα τῶν χρημάτων ὧν ὁ πάππος κατέλιπε, μηδʼ ἀποστερηθέντα, ἀλλὰ βοηθήσατε καθʼ ὅσον ὑμῶν ἕκαστος τυγχάνει δυνάμενος. ἔχετε δὲ πίστεις ἱκανὰς ἐκ μαρτυριῶν, ἐκ βασάνων, ἐξ αὐτῶν τῶν νόμων, ὅτι τʼ ἐσμὲν 〈ἐκ〉 ἐκ add. Dobree. θυγατρὸς γνησίας Κίρωνος, καὶ ὅτι προσήκει ἡμῖν μᾶλλον ἢ τούτοις κληρονομεῖν τῶν ἐκείνου χρημάτων, ἐκγόνοις οὖσι τοῦ πάππου. μνησθέντες οὖν καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, καὶ τῶν λόγων οὓς εἰρήκαμεν, καὶ τῶν νόμων, ᾗ δίκαιόν ἐστι, ταύτῃ τὴν ψῆφον τίθεσθε. οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. λαβὲ δʼ αὐτοῖς τὴν μαρτυρίαν τὴν λοιπήν, ὡς ἐλήφθη μοιχός, καὶ ἀνάγνωθι. 〈Μαρτυρία〉