τῶν μὲν παλαιῶν ἀκοὴν μαρτυρούντων παρεχόμενος, τῶν δὲ ἔτι ζώντων τοὺς εἰδότας ἕκαστα τούτων, οἳ συνῄδεσαν παρʼ ἐκείνῳ τρεφομένην, θυγατέρα νομιζομένην, δὶς ἐκδοθεῖσαν, δὶς ἐγγυηθεῖσαν, ἔτι δὲ περὶ πάντων τούτους τούτους Aldus: τούτων. βάσανον ἐξ οἰκετῶν πεφευγότας, οἳ ταῦτα πάντα ᾔδεσαν. ἔγωγε ἔγωγε Dobree: ἐγὼ δὲ. μὰ τοὺς θεοὺς τοὺς Ὀλυμπίους οὐκ ἂν ἔχοιμι πίστεις μείζους τούτων εἰπεῖν, ἀλλʼ ἱκανὰς εἶναι νομίζω τὰς εἰρημένας. φέρε δή, καὶ ὡς προσήκει ἐμοὶ μᾶλλον ἢ τούτῳ τῶν Κίρωνος χρημάτων, νῦν ἤδη τοῦτο ἐπιδείξω. καὶ νομίζω μὲν ἁπλῶς καὶ ὑμῖν ἤδη εἶναι φανερὸν ὅτι οὐκ ἐγγυτέρω ταῖς ἀγχιστείαις ταῖς ἀγχιστείαις Emper: τῆς ἀγχιστείας. εἰσὶν οἱ μετʼ ἐκείνου φύντες ἢ οἱ ἐξ ἐκείνου γεγονότες (πῶς γάρ; οἱ μὲν γὰρ ὀνομάζονται συγγενεῖς, οἱ δʼ ἔκγονοι τοῦ τελευτήσαντος)· οὐ μὴν ἀλλʼ ἐπειδὴ καὶ οὕτως ἐχόντων τολμῶσιν ἀμφισβητεῖν, καὶ ἐξ αὐτῶν τῶν νόμων ἀκριβέστερον διδάξομεν.