Ἀρχέδαμος γὰρ ὁ πάππος οὑμός, ἐξ οὗ τὴν μητέρα ἔσχε ἔσχε Sauppe: ἔχων. τὴν Ἀπολλοδώρου, τήθην δὲ ἐμήν, ἐμήν M, Bekker: ἐμοί. ὁρῶν αὐτὸν πάντων ἀποστερούμενον τῶν χρημάτων, ἔτρεφέ τε αὐτὸν παῖδα ὄνθʼ, ὡς ἑαυτὸν ἑαυτὸν Schoemann: -οῦ. καὶ τὴν μητέρα κομισάμενος, ἀνδρί τε γενομένῳ συνηγωνίσατο καὶ εἰσέπραξε τὸ ἡμικλήριον ὧν Μνήσων κατέλιπεν ὅσα τε ἐκ τῆς ἐπιτροπῆς ἀπεστέρησε, δίκας δύο ἑλών, καὶ τὴν οὐσίαν ἐποίησε κομίσασθαι τὴν αὑτοῦ πᾶσαν.