<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="5"><p rend="align(indent)">Εὔπολις γάρ, ὦ ἄνδρες, καὶ Θράσυλλος καὶ Μνήσων ἀδελφοὶ ἦσαν ὁμομήτριοι καὶ ὁμοπάτριοι. τούτοις οὐσίαν ὁ πατὴρ κατέλιπε πολλήν, ὥστε καὶ λῃτουργεῖν ἕκαστον ἀξιοῦσθαι παρʼ ὑμῖν. ταύτην ἐκεῖνοι τρεῖς ὄντες ἐνείμαντο πρὸς ἀλλήλους. τούτων τὼ δύο ἐτελευτησάτην<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὼ δύο ἐτελευτησάτην</foreign>Bekker: <foreign xml:lang="grc">τῶν δύο τελευτησάντων.</foreign></note> περὶ τὸν αὐτὸν χρόνον, ὁ μὲν Μνήσων ἐνθάδε ἄγαμος καὶ ἄπαις, ὁ δὲ Θράσυλλος τῶν ἐν Σικελίᾳ καταλεγεὶς τριηράρχων, καταλιπὼν ὑὸν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">υἱὸν</foreign>Naber: <foreign xml:lang="grc">νῦν.</foreign></note> Ἀπολλόδωρον τὸν ἐμὲ νῦν ποιησάμενον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="6"><p>Εὔπολις οὖν μόνος αὐτῶν λειφθεὶς οὐ μικρὰ ἀπολαῦσαι τῶν χρημάτων ἠξίωσεν, ἀλλὰ τὸν μὲν Μνήσονος κλῆρον, οὗ καὶ Ἀπολλοδώρῳ προσῆκε τὸ ἡμικλήριον, πάντα εἰς αὑτὸν περιεποίησε, φάσκων αὑτῷ δοῦναι τὸν ἀδελφόν, αὐτὸν δʼ ἐκεῖνον οὕτω διῴκησεν ἐπιτροπεύων ὥστε τριῶν αὐτῷ ταλάντων δίκην ὀφλεῖν.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὀφλεῖν</foreign>Reiske: <foreign xml:lang="grc">ὀφείλειν.</foreign></note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="7"><p>Ἀρχέδαμος γὰρ ὁ πάππος οὑμός, ἐξ οὗ τὴν μητέρα ἔσχε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔσχε</foreign>Sauppe: <foreign xml:lang="grc">ἔχων.</foreign></note> τὴν Ἀπολλοδώρου, τήθην δὲ ἐμήν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐμήν</foreign>M, Bekker: <foreign xml:lang="grc">ἐμοί.</foreign></note> ὁρῶν αὐτὸν πάντων ἀποστερούμενον τῶν χρημάτων, ἔτρεφέ τε αὐτὸν παῖδα ὄνθʼ, ὡς ἑαυτὸν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἑαυτὸν</foreign>Schoemann: <foreign xml:lang="grc">-οῦ.</foreign></note> καὶ τὴν μητέρα κομισάμενος, ἀνδρί τε γενομένῳ συνηγωνίσατο καὶ εἰσέπραξε τὸ ἡμικλήριον ὧν Μνήσων κατέλιπεν ὅσα τε ἐκ τῆς ἐπιτροπῆς ἀπεστέρησε, δίκας δύο ἑλών, καὶ τὴν οὐσίαν ἐποίησε κομίσασθαι τὴν αὑτοῦ πᾶσαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="8"><p>καὶ διὰ ταῦτα Εὔπολις μὲν καὶ Ἀπολλόδωρος ἐχθρῶς ἔχοντες τὸν πάντα χρόνον διετέλεσαν πρὸς ἀλλήλους, ὁ δὲ πάππος οὑμὸς καὶ Ἀπολλόδωρος φιλικῶς, ὥσπερ προσῆκε. τοῖς δʼ ἔργοις ἄν τις τεκμήραιτο μάλιστα ὅτι Ἀπολλόδωρος πέπονθεν ὃ ἀντευποιεῖν ἠξίου τοὺς ἑαυτὸν εὐεργετήσαντας. συμφορᾷ γὰρ τοῦ πάππου χρησαμένου καὶ ληφθέντος εἰς τοὺς πολεμίους, καὶ χρήματα εἰσενεγκεῖν εἰς λύτρα καὶ ὁμηρεῦσαι ὑπὲρ αὐτοῦ ἠθέλησεν, ἕως [οὗ] εὐπορήσειεν ἐκεῖνος τἀργύριον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="9"><p>ἐξ εὐπόρου τε ἀπορωτέρῳ γεγενημένῳ συνδιῴκει τὰ ἐκείνου, μεταδιδοὺς ὧν εἶχεν. εἰς Κόρινθόν τε στρατεύεσθαι μέλλων, εἴ τι πάθοι, διέθετο τὴν οὐσίαν καὶ ἔδωκε τῇ ἐκείνου μὲν θυγατρί, ἐμῇ δὲ μητρί, αὑτοῦ δὲ ἀδελφῇ, διδοὺς αὐτὴν Λακρατίδῃ τῷ νῦν ἱεροφάντῃ γεγενημένῳ. τοιοῦτος ἦν ἐκεῖνος περὶ ἡμᾶς τοὺς ἐξ ἀρχῆς αὐτὸν σώσαντας. </p></div></div></body></text></TEI>