ταῦτα χρὴ σκοπεῖν, ὦ ἄνδρες, κἀκεῖνο ἐνθυμεῖσθαι, ὅτι ἐγὼ μὲν ἀδελφιδοῦς αὐτῷ, ἡ δὲ ἀνεψιὰ τοῦ τελευτήσαντος, καὶ ὅτι ἡ μὲν δύʼ ἔχειν ἀξιοῖ κλήρους, ἐγὼ δὲ τοῦτον μόνον εἰς ὅνπερ εἰσεποιήθην, καὶ ὅτι αὕτη μὲν οὐκ εὔνους τῷ καταλιπόντι τὸν κλῆρον, ἐγὼ δὲ καὶ ὁ ἐμὸς πάππος εὐεργέται γεγόναμεν αὐτοῦ. ταῦτα πάντα σκεψάμενοι καὶ διαλογιζόμενοι πρὸς ὑμᾶς αὐτοὺς τίθεσθε τὴν ψῆφον ᾗ δίκαιόν ἐστι. οὐκ οἶδʼ ὅτι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.