καὶ ἐκείνων οὖν ἕνεκα καὶ ἡμῶν εἰκότως ἂν ποιήσαισθε ποιήσαισθε Bekker: -ησθε. πρόνοιαν, ἄλλως τε καὶ τούτων τριηραρχοῦντα οἶκον πεντετάλαντον ἀνῃρηκότων καὶ πεπρακότων καὶ ἔρημον πεποιηκότων, ἡμῶν δὲ καὶ λελῃτουργηκότων ἤδη καὶ λῃτουργησόντων, ἂν ὑμεῖς ἐπικυρώσητε τὴν Ἀπολλοδώρου γνώμην ἀποδόντες ἡμῖν τοῦτον τὸν κλῆρον.