Μάρτυρες τὰ μὲν ἡμέτερα δίκαια, καθʼ ἃ προσηκόντως ἔχειν φαμὲν τὸν κλῆρον, ταῦτʼ ἐστίν, ὦ ἄνδρες· δεόμεθα δʼ ὑμῶν βοηθεῖν ἡμῖν καὶ ἕνεκα Ἀπολλοδώρου καὶ ἕνεκα τοῦ ἐκείνου πατρός· οὐ γὰρ ἀχρήστους αὐτοὺς εὑρήσετε πολίτας, ἀλλʼ ὡς οἷόν τʼ εἰς τὰ ὑμέτερα προθυμοτάτους. προθυμοτάτους Stephanus: -τέρους.