καὶ μὴν οὐδὲ ἀλλότριον ἀλλʼ ὄντα ἀδελφιδοῦν, οὐδʼ αὖ μικρὰ πεπονθὼς ἀλλὰ μεγάλα ἀγαθὰ ὑφʼ ἡμῶν, οὐδʼ αὖ ἀφιλότιμον, ὃς τὰ ὄντα ἀφανιεῖν ἀφανιεῖν Cobet: ἀφιέναι. ἔμελλον ὥσπερ οὗτοι τὰ τοῦ κλήρου πεποιήκασιν, ἀλλὰ βουλησόμενον καὶ τριηραρχεῖν καὶ πολεμεῖν καὶ χορηγεῖν καὶ πάνθʼ ὑμῖν τὰ προσταττόμενα ποιεῖν, ὥσπερ κἀκεῖνος.