πρὶν γὰρ ἐμὲ ἥκειν ἐκ τῆς Πυθαίδος, ἔλεγε πρὸς τοὺς δημότας Ἀπολλόδωρος ὅτι πεποιημένος εἴη με ὑὸν καὶ ἐγγεγραφὼς εἰς τοὺς συγγενεῖς καὶ φράτορας, καὶ παραδεδώκοι τὴν οὐσίαν, καὶ διεκελεύεθʼ ὅπως, ἄν τι πάθῃ πάθῃ Schaefer: -οι. πρότερον, ἐγγράψουσί ἐγγράψουσι Dobree: -φουσι. με εἰς τὸ ληξιαρχικὸν γραμματεῖον Θράσυλλον Ἀπολλοδώρου καὶ μὴ ὡς ἄλλως ποιήσουσι. ποιήσουσι Dobree: -ωσι.