πατρῴων μὲν οὖν καὶ ἀδελφοῦ χρημάτων τὸ ἴσον αὐτοῖς ὁ νόμος μετασχεῖν δίδωσιν· ἀνεψιοῦ δέ, καὶ εἴ τις ἔξω ταύτης τῆς συγγενείας ἐστίν, οὐκ ἴσον, ἀλλὰ προτέροις τοῖς ἄρρεσι τῶν θηλειῶν τὴν ἀγχιστείαν πεποίηκε. λέγει γάρ “κρατεῖν δὲ τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων, οἳ ἂν ἐκ τῶν αὐτῶν ὦσι, κἂν γένει ἀπωτέρω τυγχάνωσιν ὄντες.” ταύτῃ μὲν οὖν οὐδὲ οὐδὲ Aldus: οὐδὲν. μέρους λαχεῖν προσῆκε, Θρασυβούλῳ δὲ ἁπάντων, εἰ μὴ κυρίαν ἡγεῖτο εἶναι τὴν ἐμὴν εἰσποίησιν. ἐκεῖνος τοίνυν οὔτε ἐξ ἀρχῆς ἠμφισβήτηκε πρὸς ἐμὲ οὐδὲν οὔτε νῦν δίκην εἴληχε περὶ αὐτῶν, ἀλλὰ ταῦτα πάντα καλῶς ἔχειν ὡμολόγηκεν· οἱ δʼ ὑπὲρ ταύτης πάντων ἀμφισβητεῖν τετολμήκασιν· εἰς τοῦτο ἀναιδείας ἐληλύθασι. λαβὲ δὴ αὐτοῖς τοὺς νόμους, παρʼ οὓς ταῦτα πεποιήκασι, καὶ ἀνάγνωθι. Νόμος νόμος Aldus: νόμοι. ἐνταῦθα μὲν ὁμοίως καὶ ἀδελφὴ καὶ ἀδελφιδοῦς ἰσόμοιροι κατὰ τὸν νόμον εἰσί. λαβὲ δὴ καὶ τοῦτον, καὶ ἀναγίγνωσκε αὐτοῖς. 〈Νόμος〉 ἐὰν μὴ ὦσιν ἀνεψιοὶ μηδὲ ἀνεψιῶν παῖδες, μηδὲ τοῦ πρὸς πατρὸς γένους γένους Dobree: γενομένου. ᾖ προσήκων μηδείς, τότε ἀπέδωκε τοῖς πρὸς μητρός, διορίσας οὓς δεῖ κρατεῖν. λαβὲ δὲ αὐτοῖς καὶ τοῦτον τὸν νόμον καὶ ἀνάγνωθι. Νόμος ταῦτα τῶν νόμων κελευόντων ὁ μὲν ἀνὴρ ὢν οὐδὲ μέρους μέρους Dobree: τὸ μέρος. εἴληχεν, οἱ δʼ ὑπὲρ ταύτης, τῆς γυναικός, ἁπάντων· οὕτω τὴν ἀναίδειαν οὐδεμίαν ζημίαν εἶναι νομίζουσι. καὶ ὑπὲρ τούτων τολμήσουσι καὶ τοῖς λόγοις χρῆσθαι χρῆσθαι scripsi: χρῶνται. τοιούτοις, ὡς αὐτοῖς ὅλου τοῦ κλήρου ληκτέον, ὅτι Θρασύβουλος ἐκποίητος εἰς τὸν οἶκον τὸν Ἱππολοχίδου γέγονε, λέγοντες τοῦτο μὲν ἀληθές, ἐκεῖνο δʼ οὐ προσῆκον· τί γὰρ ἧττον αὐτῷ τῆς συγγενείας ταύτης προσῆκεν; οὐ γὰρ κατὰ τὸν πατέρα ἀλλὰ κατὰ τὴν μητέρα καὶ τῶν Ἀπολλοδώρου τοῦ Εὐπόλιδος ὑέος τὸ μέρος εἴληφε· καὶ τῶνδε ἐξῆν αὐτῷ κατὰ ταύτην τὴν συγγένειαν λαγχάνειν, ὄντι προτέρῳ ταύτης, εἴπερ τὰ πεπραγμένα μὴ κυρίως ἔχειν ἐνόμιζεν. ἀλλʼ οὐκ ἔστιν ἀναίσχυντος.