Μαρτυρίαι οἶμαι τοίνυν, ὦ ἄνδρες, μᾶλλον ἂν ὑμᾶς τοῖς μεμαρτυρηκόσι πιστεύειν, εἰ καὶ τινες εἰ καί τινες Bekker: καὶ οἵτινες. τῶν ὁμοίως προσηκόντων ἔργοις φανερῶς μεμαρτυρήκασιν ὡς ἐκεῖνος ταῦτα ὀρθῶς καὶ κατὰ τοὺς νόμους ἔπραξε. κατέλιπε γὰρ Εὔπολις θυγατέρας δύο, ταύτην τε ἣ νῦν ἀμφισβητεῖ καὶ Προνάπει συνοικεῖ, καὶ ἄλλην ἣν ἔσχεν Αἰσχίνης ὁ Λουσιεύς, ἣ τετελεύτηκεν ὑὸν ἄνδρα ἤδη καταλιποῦσα, Θρασύβουλον.