οὕτω δʼ ἐπείσθη ταῦτα ποιῆσαι διὰ ταχέων, ὥστʼ εὐθέως με λαβὼν ᾤχετʼ ἔχων πρὸς αὑτὸν καὶ πάντα τὰ αὑτοῦ διοικεῖν παρέδωκεν, ὡς αὐτὸς μὲν οὐδὲν ἂν ἔτι πρᾶξαι τούτων δυνηθείς, ἐμοῦ δὲ ταῦτα πάντα οἵου τε ἐσομένου ποιεῖν. καὶ ἐπειδὴ Θαργήλια Θαργήλια Aldus: Θαλγήλια. ἦν, ἤγαγέ με ἐπὶ τοὺς βωμοὺς εἰς τοὺς γεννήτας τε καὶ φράτορας.