καίτοι δοκοῦσιν ἐπιγαμίαι καὶ μὴ συγγενεῖς ἄνδρας ἀλλὰ καὶ τοὺς τυχόντας ἀπαλλάττειν μεγάλης διαφορᾶς, ὅταν ἃ περὶ πλείστου ποιοῦνται, ταῦτʼ ἀλλήλοις ἐγχειρίζωσιν. εἴτʼ οὖν Εὔπολις γεγένηται αἴτιος 〈δοῦναι〉 δοῦναι add. Hirschig. μὴ βουληθείς, εἴτʼ Ἀπολλόδωρος λαβεῖν μὴ ἐθελήσας, τὰς ἔχθρας, ὅτι διέμειναν, τὸ ἔργον δεδήλωκε.