<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="11"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">αἱ μὲν οὖν παρʼ ἡμῶν εὐεργεσίαι τοιαῦται καὶ τηλικαῦται τὸ μέγεθός εἰσιν· αἱ δὲ πρὸς ἐκεῖνον ἔχθραι περὶ τοσούτων χρημάτων ἦσαν, ἃς οὐχ οἷόν τʼ εἰπεῖν ὡς διελύσαντο καὶ φίλοι ἐγένοντο. μεγάλα γὰρ τεκμήρια αὐτῶν ἐστιν· Εὔπολις γὰρ αὐτῷ δυοῖν θυγατέρων οὐσῶν καὶ ἐκ τῶν αὐτῶν αὐτῷ γεγονὼς καὶ χρήμαθʼ ὁρῶν κεκτημένον, οὐδετέραν αὐτῷ τούτων ἔδωκε. </p></div></div></body></text></TEI>