ὤιμην μέν, ὦ ἄνδρες, προσήκειν οὐ τὰς τοιαύτας ἀμφισβητεῖσθαι ποιήσεις, εἴ τις αὐτὸς ζῶν καὶ εὖ φρονῶν ἐποιήσατο καὶ ἐπὶ τὰ ἱερὰ ἀγαγὼν εἰς τοὺς συγγενεῖς ἀπέδειξε καὶ εἰς τὰ κοινὰ γραμματεῖα ἐνέγραψεν, ἅπανθʼ ὅσα προσῆκεν αὐτὸς ποιήσας, ἀλλʼ εἴ τις τελευτήσειν μέλλων διέθετο, εἴ τι πάθοι, τὴν οὐσίαν ἑτέρῳ, καὶ ταῦτʼ ἐν ταῦτ’ ἐν Reiske: ταύτην. γράμμασι κατέθετο παρά τισι σημηνάμενος.