Ὑπόθεσις Εὔπολις καὶ Θράσυλλος καὶ Μνήσων ἀδελφοὶ γεγόνασι. τούτων ὁ μὲν Μνήσων ἄπαις ἐτελεύτησεν, ὁ δὲ Θράσυλλος παῖδα καταλιπὼν Ἀπολλόδωρον· μόνος δʼ Εὔπολις καταλειφθεὶς πολλὰ τὸν Ἀπολλόδωρον ἠδίκησεν. ὅθεν Ἀρχέδαμος, πάππος τοῦ λέγοντος τὸν λόγον, τῇ τοῦ Ἀπολλοδώρου μητρὶ συνοικῶν μετὰ τὸν Θρασύλλου τοῦ ἀνδρὸς αὐτῆς θάνατον, καὶ τὸν Ἀπολλόδωρον ὡς ὀρφανὸν ἐλεῶν, πολλὰ τὸν Εὔπολιν ἀπῄτησε χρήματα ὑπὲρ ὧν Ἀπολλόδωρον ἠδίκησε. τούτων μεμνημένος Ἀπολλόδωρος εἰσήγαγεν εἰς τοὺς φράτορας θετὸν υἱὸν ἑαυτῷ Θράσυλλον τοῦτον, υἱὸν ὄντα τῆς [τε] ὁμομητρίας αὐτοῦ ἀδελφῆς καὶ 〈θυγατριδοῦν〉 θυγατριδοῦν add. Schoemann. Ἀρχεδάμου. τοῦ δὲ Θρασύλλου ἤδη μὲν εἰς τοὺς γεννήτας καὶ φράτορας ἐγγεγραμμένου, οὔπω δʼ εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, ἐτελεύτησεν Ἀπολλόδωρος. καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν ἐγγέγραπται μὲν ὁ Θράσυλλος εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, οὐδὲν δʼ ἧττον Εὐπόλιδος θυγάτηρ, τοῦ θείου Ἀπολλοδώρου, ἀμφισβητεῖ πρὸς Θράσυλλον, λέγουσα μηδʼ ὅλως ἐγγεγράφθαι τὸν Θράσυλλον εἰς τοὺς φράτορας καὶ γεννήτας κατὰ γνώμην τοῦ Ἀππολλοδώρου, ἀλλὰ πεπλασμένην εἶναι τὴν ποίησιν. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ δὲ στάσις στοχασμός· διὸ καλῶς πάνυ καὶ τεχνικῶς τὸν λόγον οἰκονομῶν τὴν ἔχθραν ἔχθραν Reiske: έλευθέραν. διεξέρχεται τὴν Ἀπολλοδώρου πρὸς Εὔπολιν, ὅπερ μέγα σημεῖον γίγνεται τοῦ μὴ θέλειν αὐτὴν ὑπὸ τῆς Εὐπόλιδος θυγατρὸς κληρονομηθῆναι.