<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="0"><p rend="align(center)"><label>Ὑπόθεσις</label></p><p rend="align(indent)">Εὔπολις καὶ Θράσυλλος καὶ Μνήσων ἀδελφοὶ γεγόνασι. τούτων ὁ μὲν Μνήσων ἄπαις ἐτελεύτησεν, ὁ δὲ Θράσυλλος παῖδα καταλιπὼν Ἀπολλόδωρον· μόνος δʼ Εὔπολις καταλειφθεὶς πολλὰ τὸν Ἀπολλόδωρον ἠδίκησεν. ὅθεν Ἀρχέδαμος, πάππος τοῦ λέγοντος τὸν λόγον, τῇ τοῦ Ἀπολλοδώρου μητρὶ συνοικῶν μετὰ τὸν Θρασύλλου τοῦ ἀνδρὸς αὐτῆς θάνατον, καὶ τὸν Ἀπολλόδωρον ὡς ὀρφανὸν ἐλεῶν, πολλὰ τὸν Εὔπολιν ἀπῄτησε χρήματα ὑπὲρ ὧν Ἀπολλόδωρον ἠδίκησε. τούτων μεμνημένος Ἀπολλόδωρος εἰσήγαγεν εἰς τοὺς φράτορας θετὸν υἱὸν ἑαυτῷ Θράσυλλον τοῦτον, υἱὸν ὄντα τῆς [τε] ὁμομητρίας αὐτοῦ ἀδελφῆς καὶ 〈θυγατριδοῦν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">θυγατριδοῦν</foreign>add. Schoemann.</note> Ἀρχεδάμου. τοῦ δὲ Θρασύλλου ἤδη μὲν εἰς τοὺς γεννήτας καὶ φράτορας ἐγγεγραμμένου, οὔπω δʼ εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, ἐτελεύτησεν Ἀπολλόδωρος. καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν ἐγγέγραπται μὲν ὁ Θράσυλλος εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, οὐδὲν δʼ ἧττον Εὐπόλιδος θυγάτηρ, τοῦ θείου Ἀπολλοδώρου, ἀμφισβητεῖ πρὸς Θράσυλλον, λέγουσα μηδʼ ὅλως ἐγγεγράφθαι τὸν Θράσυλλον εἰς τοὺς φράτορας καὶ γεννήτας κατὰ γνώμην τοῦ Ἀππολλοδώρου, ἀλλὰ πεπλασμένην εἶναι τὴν ποίησιν. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ δὲ στάσις στοχασμός· διὸ καλῶς πάνυ καὶ τεχνικῶς τὸν λόγον οἰκονομῶν τὴν ἔχθραν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔχθραν</foreign>Reiske: <foreign xml:lang="grc">έλευθέραν.</foreign></note> διεξέρχεται τὴν Ἀπολλοδώρου πρὸς Εὔπολιν, ὅπερ μέγα σημεῖον γίγνεται τοῦ μὴ θέλειν αὐτὴν ὑπὸ τῆς Εὐπόλιδος θυγατρὸς κληρονομηθῆναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="1"><p rend="align(indent)">ὤιμην μέν, ὦ ἄνδρες, προσήκειν οὐ τὰς τοιαύτας ἀμφισβητεῖσθαι ποιήσεις, εἴ τις αὐτὸς ζῶν καὶ εὖ φρονῶν ἐποιήσατο καὶ ἐπὶ τὰ ἱερὰ ἀγαγὼν εἰς τοὺς συγγενεῖς ἀπέδειξε καὶ εἰς τὰ κοινὰ γραμματεῖα ἐνέγραψεν, ἅπανθʼ ὅσα προσῆκεν αὐτὸς ποιήσας, ἀλλʼ εἴ τις τελευτήσειν μέλλων διέθετο, εἴ τι πάθοι, τὴν οὐσίαν ἑτέρῳ, καὶ ταῦτʼ ἐν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταῦτ’ ἐν</foreign>Reiske: <foreign xml:lang="grc">ταύτην.</foreign></note> γράμμασι κατέθετο παρά τισι σημηνάμενος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="2"><p>ἐκεῖνον μὲν γὰρ τὸν τρόπον ποιησάμενος φανερὰς κατέστησε τὰς αὑτοῦ βουλήσεις, ὅλον τὸ πρᾶγμα ἐπικυρώσας, δόντων αὐτῷ τῶν νόμων· ὁ δʼ ἐν διαθήκαις σημηνάμενος ἀδήλους ἐποίησε, διὸ πολλοὶ πεπλάσθαι φάσκοντες αὐτὰς ἀμφισβητεῖν ἀξιοῦσι πρὸς τοὺς ποιηθέντας. ἔοικε δʼ οὐδὲν προὔργου τοῦτο εἶναι· καὶ γὰρ οὕτως αὐτῶν φανερῶς πεπραγμένων ὅμως ὑπὲρ τῆς θυγατρὸς τῆς Εὐπόλιδος ἥκουσι περὶ τῶν Ἀπολλοδώρου χρημάτων πρὸς ἐμὲ ἀμφισβητήσοντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="3"><p>ἐγὼ δʼ εἰ μὲν ἑώρων ὑμᾶς μᾶλλον ἀποδεχομένους τὰς διαμαρτυρίας ἢ τὰς εὐθυδικίας, κἂν μάρτυρας προὐβαλόμην μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ποιησαμένου με ὑὸν Ἀπολλοδώρου κατὰ τοὺς νόμους. ἐπειδὴ δʼ οὐ διαφεύγει τὰ δίκαια μὴ οὐ κατὰ τοῦτον γιγνώσκεσθαι τὸν τρόπον [καὶ] παρʼ ὑμῖν, αὐτὸς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτὸς</foreign>Dobree: <foreign xml:lang="grc">αὐτοῖς.</foreign></note> ἥκω διαλεξόμενος περὶ τῶν πεπραγμένων, ἵνα μηδεμίαν ἡμῖν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡμῖν</foreign>Reiske: <foreign xml:lang="grc">ὑμῖν.</foreign></note> αἰτίαν περὶ τοῦ μὴ βούλεσθαι δοῦναι δίκην τοιαύτην ἐπιφέρωσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="4"><p>ἀποδείξω δὲ ὡς οὐ μόνον ἐπὶ τοῖς ἐγγυτάτω γένους τὸν κλῆρον Ἀπολλόδωρος οὐ καταλέλοιπε, πολλὰ καὶ δεινὰ ὑπὸ τούτων ἀδικηθείς, ἀλλὰ καὶ ὡς ἐμὲ ἐποιήσατο δικαίως, ὄντα ἀδελφιδοῦν, καὶ μεγάλα<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μεγάλα</foreign>Dobree: <foreign xml:lang="grc">μέγα.</foreign></note> εὐεργετημένος ὑφʼ ἡμῶν. δέομαι δὲ ὑμῶν, ὦ ἄνδρες, πάντων ὁμοίως εὔνοιάν τέ μοι παρασχεῖν, κἂν ἐπὶ τὸν κλῆρον ἀναιδῶς αὐτοὺς ἰόντας ἐξελέγχω, βοηθεῖν μοι τὰ δίκαια. ποιήσομαι δʼ ὡς ἂν κἀγὼ δύνωμαι<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δύνωμαι</foreign>Aldus: <foreign xml:lang="grc">δύναμαι.</foreign></note> διὰ βραχυτάτων τοὺς λόγους, ἐξ ἀρχῆς ὡς ἔχει τὰ γενόμενα διδάσκων ὑμᾶς. </p></div></div></body></text></TEI>