〈καὶ〉 καὶ Buermann. τίς εἶδε τὰ νομιζόμενα ποιοῦντα Εὐκτήμονα· ποῖ δʼ ἔτʼ ἰόντες οἱ παῖδες ἐναγίζουσι καὶ χέονται, καὶ τίς εἶδε ταῦτα τῶν πολιτῶν ἢ τῶν οἰκετῶν 〈τῶν〉 τῶν add. Dobree. Εὐκτήμονος. ταῦτα γάρ ἐστιν ἔλεγχος ἔλεγχος Aldus: ἔνοχος. ἅπαντα, καὶ οὐ λοιδορία. καὶ ἐὰν περὶ αὐτοῦ τούτου κελεύητε ἐπιδεικνύναι ὥσπερ καὶ διεμαρτύρησεν, ὑμεῖς τε τὴν ψῆφον ὁσίαν καὶ κατὰ τοὺς νόμους θήσεσθε, τοῖσδέ τε τὰ δίκαια γενήσεται.