καὶ οὐδʼ ἐπειδὴ ἑτέρων πυθόμεναι ἦλθον αἱ θυγατέρες αὐτοῦ καὶ ἡ γυνή, οὐδὲ τότε εἴων εἴων Hirschig: ἠφ(ε)ίων, ε eraso. εἰσιέναι, ἀλλʼ ἀπέκλεισαν τῇ θύρᾳ, τῇ θύρᾳ Dobree: τὴν θύραν. φάσκοντες οὐ προσήκειν αὐταῖς θάπτειν Εὐκτήμονα· καὶ οὐδʼ εἰσελθεῖν ἐδύναντο, εἰ μὴ μόλις καὶ περὶ ἡλίου δυσμάς. εἰσελθοῦσαι δὲ κατέλαβον ἐκεῖνον μὲν ἔνδον ἔνδον κείμενον δευτεραῖον, ὡς ἔφασαν οἱ οἰκέται, τὰ δʼ ἐκ τῆς οἰκίας ἅπαντα ἐκπεφορημένα ὑπὸ τούτων. αἱ μὲν οὖν γυναῖκες, οἷον εἰκός, περὶ τὸν τετελευτηκότα ἦσαν· οὗτοι δὲ τοῖς ἀκολουθήσασι παραχρῆμα ἐπεδείκνυσαν τὰ ἔνδον ὡς εἶχε, καὶ τοὺς οἰκέτας πρῶτον ἠρώτων ἐναντίον τούτων ὅποι ὅποι Aldus: ὅπἢ (sic). τετραμμένα εἴη τὰ χρήματα. λεγόντων δὲ ἐκείνων ὅτι οὗτοι ἐξενηνοχότες εἶεν εἰς τὴν πλησίον οἰκίαν, καὶ ἀξιούντων παραχρῆμα τῶνδε φωρᾶν τῶνδε φωρᾶν Scaliger: τῶν δ’ ἐφορᾶν. κατὰ τὸν νόμον καὶ τοὺς οἰκέτας ἐξαιτούντων τοὺς ἐκφορήσαντας, οὐκ ἠθέλησαν τῶν δικαίων οὐδὲν ποιῆσαι. καὶ ὅτι ἀληθῆ λέγω, λαβὲ ταυτὶ καὶ ἀνάγνωθι. 〈Μαρτυρίαι〉 τοσαῦτα μὲν τοίνυν χρήματα ἐκ τῆς οἰκίας ἐκφορήσαντες, τοσαύτης δʼ οὐσίας πεπραμένης τὴν τιμὴν ἔχοντες, ἔτι δὲ τὰς προσόδους τὰς ἐν ἐκείνῳ τῷ χρόνῳ γενομένας διαφορήσαντες, οἴονται καὶ τῶν λοιπῶν κύριοι γενήσεσθαι· καὶ εἰς τοῦτο ἀναιδείας ἥκουσιν, ὥστʼ εὐθυδικίᾳ μὲν οὐκ ἐτόλμησαν εἰσελθεῖν, ἀλλὰ διεμαρτύρουν ὡς ὑπὲρ γνησίων ἅμα μὲν τὰ ψευδῆ ἅμα δὲ τἀναντία οἷς αὐτοὶ ἔπραξαν· οἵτινες πρὸς μὲν τὸν ἄρχοντα ἀπέγραψαν αὐτοὺς ὡς ὄντας τὸν μὲν Φιλοκτήμονος τὸν δʼ Ἐργαμένους, νῦν δὲ διαμεμαρτυρήκασιν Εὐκτήμονος εἶναι. καίτοι οὐδʼ εἰ γνήσιοι ἦσαν, εἰσποίητοι δέ, ὡς οὗτοι ἔφασαν, οὐδʼ οὕτω προσήκει προσήκει scripsi: -ῆκεν. αὐτοὺς Εὐκτήμονος εἶναι· ὁ γὰρ νόμος οὐκ ἐᾷ ἐπανιέναι, ἐὰν μὴ ὑὸν καταλίπῃ γνήσιον. ὥστε καὶ ἐξ ὧν αὐτοὶ ἔπραξαν ἀνάγκη τὴν μαρτυρίαν ψευδῆ εἶναι.