<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="15"><p>ἔτι δὲ καὶ γιγνώσκεσθαι αὐτὴν ὑπὸ τῶν Εὐκτήμονος οἰκείων ἀναγκαῖον ἦν καὶ ὑπὸ τῶν οἰκετῶν, εἴ πέρ γε συνῴκησεν ἐκείνῳ ἢ διῃτήθη τοσοῦτον χρόνον ἐν τῇ οἰκίᾳ. τὰ γὰρ τοιαῦτα οὐκ εἰς τὴν ἀνάκρισιν μόνον δεῖ πορίζεσθαι [ὀνόματα] ἀλλὰ τῇ ἀληθείᾳ γεγονότα φαίνεσθαι καὶ ὑπὸ τῶν προσηκόντων καταμαρτυρεῖσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="16"><p>ἀποδεῖξαι τοίνυν ἡμῶν κελευόντων ὅστις οἶδε τῶν Εὐκτήμονος οἰκείων ἢ συνοικήσασαν ἐκείνῳ τινὰ [ἢ τὴν] Καλλίππην 〈ἢ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ τὴν</foreign>del.,<foreign xml:lang="grc">ἢ</foreign>add. Reiske.</note> ἐπιτροπευομένην, καὶ παρὰ τῶν ὄντων 〈ἡμῖν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡμῖν</foreign>add. Thalheim.</note> θεραπόντων τὸν ἔλεγχον ποιεῖσθαι, ἢ εἴ τις τῶν παρʼ αὐτοῖς οἰκετῶν φάσκει ταῦτα εἰδέναι, ἡμῖν παραδοῦναι, οὔτε λαβεῖν ἠθέλησαν οὔθʼ ἡμῖν παραδοῦναι. καί μοι λαβὲ τήν τʼ ἀπόκρισιν αὐτῶν καὶ τὰς ἡμετέρας μαρτυρίας καὶ προκλήσεις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="17"><p rend="align(center)"><label>Ἀπόκρισις <space/> Μαρτυρίαι <space/> Προκλήσεις<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μαρτυρίαι. προκλήσεις</foreign>Reiske: <foreign xml:lang="grc">-πία. -σις.</foreign></note></label></p><p rend="align(indent)">οὗτοι μὲν τοίνυν τοιοῦτο πρᾶγμα ἔφυγον· ἐγὼ δʼ ὑμῖν ἐπιδείξω καὶ ὅθεν εἰσὶ καὶ οἵτινες, οὓς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὓς</foreign>Naber: <foreign xml:lang="grc">αὐτοὺς.</foreign></note> γνησίους διεμαρτύρησαν εἶναι καὶ κληρονόμους ζητοῦσι καταστῆσαι τῶν Εὐκτήμονος. ἴσως μέν ἐστιν ἀηδὲς Φανοστράτῳ, ὦ ἄνδρες, τὰς Εὐκτήμονος συμφορὰς φανερὰς καθεστάναι· ὀλίγα δʼ ἀναγκαῖον ῥηθῆναι, ἵνʼ ὑμεῖς τὴν ἀλήθειαν εἰδότες ῥᾷον τὰ δίκαια ψηφίσησθε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="18"><p>Εὐκτήμων μὲν γὰρ ἐβίω ἔτη ἓξ καὶ ἐνενήκοντα, τούτου δὲ τοῦ χρόνου τὸν μὲν πλεῖστον ἐδόκει εὐδαίμων εἶναι (καὶ γὰρ οὐσία ἦν οὐκ ὀλίγη αὐτῷ καὶ παῖδες καὶ γυνή, καὶ τἆλλʼ ἐπιεικῶς εὐτύχει), ἐπὶ γήρως δὲ αὐτῷ συμφορὰ ἐγένετο οὐ μικρά, ἣ ἐκείνου πᾶσαν τὴν οἰκίαν ἐλυμήνατο καὶ χρήματα πολλὰ διώλεσε καὶ αὐτὸν τοῖς οἰκειοτάτοις εἰς διαφορὰν κατέστησεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="19"><p>ὅθεν δὲ καὶ ὅπως ταῦτʼ ἐγένετο, ὡς ἂν δύνωμαι διὰ βραχυτάτων δηλώσω. ἀπελευθέρα ἦν αὐτοῦ, ὦ ἄνδρες, ἣ ἐναυκλήρει συνοικίαν ἐν Πειραιεῖ αὐτοῦ καὶ παιδίσκας ἔτρεφε. τούτων μίαν ἐκτήσατο ᾗ ὄνομα ἦν Ἀλκή, ἣν καὶ ὑμῶν οἶμαι πολλοὺς εἰδέναι. αὕτη δὲ ἡ Ἀλκὴ ὠνηθεῖσα πολλὰ μὲν ἔτη καθῆστο ἐν οἰκήματι, ἤδη δὲ πρεσβυτέρα οὖσα ἀπὸ μὲν τοῦ οἰκήματος ἀνίσταται. </p></div></div></body></text></TEI>