Δικαιογενην γάρ, ὦ ἄνδρες, οὔτʼ ἐλεεῖν ἐστε δίκαιοι 〈ὡς〉 ὡς add. Bekker. κακῶς πράττοντα καὶ πενόμενον, οὔτʼ εὖ ποιεῖν ὡς ἀγαθόν τι εἰργασμένον τὴν πόλιν· οὐδέτερα γὰρ αὐτῷ τούτων ὑπάρχει, ὡς ἐγὼ ἀποφανῶ, ἀποφανῶ Reiske: ἀποφαίνω. ὦ ἄνδρες. ἅμα δὲ καὶ πλούσιον καὶ πονηρότατον αὐτὸν ὄντα ἀνθρώπων ἀποδείξω καὶ εἰς τὴν πόλιν καὶ εἰς τοὺς προσήκοντας καὶ εἰς τοὺς φίλους. οὗτος γὰρ παραλαβὼν τὸν κλῆρον παρʼ ὑμῶν ὑμῶν Dobree: ἡμῶν. φέροντα μίσθωσιν τοῦ ἐνιαυτοῦ ὀγδοήκοντα μνᾶς, καρπωσάμενος αὐτὸν δέκα ἔτη οὔτε ἀργύριον ὁμολογεῖ ὁμολογεῖ Bekker: ὡμολόγει. κεκτῆσθαι οὔτε ὅποι ἀνήλωσεν ἔχοι ἂν ἐπιδεῖξαι, ὦ ἄνδρες. ἄξιον δὲ καὶ ὑμῖν λογίσασθαι. οὗτος γὰρ τῇ μὲν φυλῇ εἰς Διονύσια χορηγήσας τέταρτος ἐγένετο, τραγῳδοῖς δὲ καὶ πυρριχισταῖς πυρριχισταῖς Palmer: -χυέταις. ὕστατος· ταύτας δὲ μόνας ἀναγκασθεὶς 〈τὰς〉 τὰς add. Reiske. λῃτουργίας λειτουργῆσαι ἀπὸ τοσαύτης προσόδου οὕτω καλῶς ἐχορήγησεν. ἀλλὰ μὴν τριηράρχων τοσούτων κατασταθέντων οὔτʼ αὐτὸς ἐτριηράρχησεν οὔθʼ ἑτέρῳ συμβέβληται συμβέβληται Fuhr: -βέβληκεν. ἐν τοιούτοις καιροῖς, ἀλλʼ ἕτεροι ἕτεροι Reiske: ἕτερος. μὲν οὐσίαν κεκτημένοι ἐλάττω ἢ οὗτος μίσθωσιν λαμβάνει τριηραρχοῦσι. καίτοι, ὦ ἄνδρες, οὐχ ὁ πατὴρ αὐτῷ τὴν πολλὴν οὐσίαν κατέλιπεν, ἀλλʼ ὑμεῖς ἔδοτε τῇ ψήφῳ· ὥστε εἰ καὶ μὴ πολίτης ἦν, διά γε τοῦτο δίκαιος ἦν τὴν πόλιν εὖ ποιεῖν. εἰσφορῶν τοίνυν τοσούτων γεγενημένων πᾶσι τοῖς πολίταις εἰς τὸν πόλεμον καὶ τὴν σωτηρίαν τῆς πόλεως Δικαιογένης οὐκ ἔστιν ἥντινα εἰσενήνοχε· πλὴν ὅτε Λέχαιον Λέχαιον Reiske: λεχίον. ἑάλω, κληθεὶς ὑπὸ ἑτέρου ἐπέδωκεν ἐν τῷ δήμῳ τριακοσίας δραχμάς, ἔλαττον ἢ Κλεώνυμος ὁ Κρής· καὶ τοῦτο ἐπέδωκεν, οὐκ εἰσήνεγκεν, ἀλλʼ ἐπʼ αἰσχίστῳ ἐπιγράμματι ἐπιγράμματι Aldus: ὑπογρ-. ἐξετέθη ἐξετέθη Schoemann: ἐξ ἑτέρου. αὐτοῦ τοὔνομα ἔμπροσθεν τῶν ἐπωνύμων, ὅτι οἵδε οἵδε Bekker: εἶδεν. εἰς σωτηρίαν τῆς πόλεως ὑποσχόμενοι τῷ δήμῳ εἰσοίσειν χρήματα ἐθελονταὶ οὐκ εἰσήνεγκαν. καίτοι τοι πῶς ἄξιον θαυμάζειν, ὦ ἄνδρες, εἰ ἐμὲ ἐξηπάτησεν ἕνα ὄντα, ὃς ὑμᾶς ἅπαντας ἅμα συνειλεγμένους ἐν τῇ ἐκκλησίᾳ τοιαῦτα ἐποίησε; καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι. Μάρτυρες εἰς μὲν τὴν πόλιν οὕτω καὶ τοσαῦτα λελῃτούργηκε Δικαιογένης ἀπὸ τοσούτων χρημάτων· περὶ δὲ τοὺς προσήκοντας τοιοῦτός ἐστιν οἷον ὁρᾶτε, ὥστε τοὺς μὲν ἡμῶν ἀφείλετο τὴν οὐσίαν, ὅτι μεῖζον μεῖζον Aldus: μείζων. ἐδυνήθη, τοὺς δὲ περιεώρα εἰς τοὺς μισθωτοὺς ἰόντας διʼ ἔνδειαν τῶν ἐπιτηδείων. τὴν δὲ μητέρα [τὴν] αὐτοῦ καθημένην ἐν τῷ τῆς Εἰλειθυίας ἱερῷ πάντες ἑώρων, καὶ τούτῳ ἐγκαλοῦσαν ἃ ἐγὼ αἰσχύνομαι λέγειν, οὗτος δὲ ποιῶν οὐκ ᾐσχύνετο.