καίτοι Διοπείθης ὁ ἕτερος τῶν διαιτητῶν Λεωχάρει μὲν ἦν τουτῳὶ τουτωὶ Scheibe: τούτῳ. κηδεστής, ἐμὸς δʼ ἐχθρὸς καὶ ἀντίδικος ἐξ ἑτέρων συμβολαίων· Δημάρατος δὲ ὁ μετʼ αὐτοῦ Μνησιπτολέμῳ τῷ ἐγγυησαμένῳ Δικαιογένην Δικαιογένην Bekker: -νει. μετὰ Λεωχάρους ἦν ἀδελφός. οὗτοι μέντοι οὐκ ἠθέλησαν ἀποφήνασθαι, ὁρκώσαντες ἡμᾶς ἦ μὴν ἐμμενεῖν οἷς [ἂν] αὐτοὶ γνοῖεν. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι. Μάρτυρες οὔκουν δεινὸν εἰ δεήσεται ὑμῶν, ὦ ἄνδρες, Λεωχάρης ἀποψηφίσασθαι ἃ Διοπείθης κηδεστὴς ὢν αὐτοῦ κατεψηφίσατο; ἢ ὑμῖν πῶς καλὸν ἀπογνῶναι Λεωχάρους ἅ γε οὐδʼ οἱ προσήκοντες αὐτοῦ ἀπέγνωσαν ἀπέγνωσαν Reiske: ἂν ἔγνωσαν. ; δέομαι οὖν ὑμῶν καταψηφίσασθαι Λεωχάρους, ἵνʼ ἃ ἡμῖν οἱ πρόγονοι κατέλιπον κομισώμεθα, καὶ μὴ μόνον τὰ ὀνόματα αὐτῶν ἔχωμεν ἀλλὰ καὶ τὰ χρήματα. τῶν δὲ Λεωχάρους ἰδίων οὐκ ἐπιθυμοῦμεν. ἐπιθυμοῦμεν M, Aldus: ἐπεθ-. Δικαιογενην γάρ, ὦ ἄνδρες, οὔτʼ ἐλεεῖν ἐστε δίκαιοι 〈ὡς〉 ὡς add. Bekker. κακῶς πράττοντα καὶ πενόμενον, οὔτʼ εὖ ποιεῖν ὡς ἀγαθόν τι εἰργασμένον τὴν πόλιν· οὐδέτερα γὰρ αὐτῷ τούτων ὑπάρχει, ὡς ἐγὼ ἀποφανῶ, ἀποφανῶ Reiske: ἀποφαίνω. ὦ ἄνδρες. ἅμα δὲ καὶ πλούσιον καὶ πονηρότατον αὐτὸν ὄντα ἀνθρώπων ἀποδείξω καὶ εἰς τὴν πόλιν καὶ εἰς τοὺς προσήκοντας καὶ εἰς τοὺς φίλους. οὗτος γὰρ παραλαβὼν τὸν κλῆρον παρʼ ὑμῶν ὑμῶν Dobree: ἡμῶν. φέροντα μίσθωσιν τοῦ ἐνιαυτοῦ ὀγδοήκοντα μνᾶς, καρπωσάμενος αὐτὸν δέκα ἔτη οὔτε ἀργύριον ὁμολογεῖ ὁμολογεῖ Bekker: ὡμολόγει. κεκτῆσθαι οὔτε ὅποι ἀνήλωσεν ἔχοι ἂν ἐπιδεῖξαι, ὦ ἄνδρες.