Μαρτυρία τῶν μὲν μαρτύρων ἀκηκόατε, καὶ ὡς οὐ τἀληθῆ μεμαρτυρήκασιν, οὐδʼ ἂν αὐτὸν οἶμαι Λεωχάρην εἰπεῖν· ἴσως δὲ ἐπʼ ἐκεῖνον τρέψεται τὸν λόγον, ὡς Δικαιογένης τε ἃ ἡμῖν ὡμολόγησεν ἅπαντα πεποίηκε, καὶ αὐτὸς τὴν ἐξεγγύην ὅτι ἀπέδωκεν. εἰ οὖν ταῦτʼ ἐρεῖ, ψεύσεται καὶ ῥᾳδίως ἐλεγχθήσεται. ἀναγνώσεται γὰρ ὑμῖν ὅσα κατέλιπε Δικαιογένης ὁ Μενεξένου ἐν τῷ κλήρῳ καὶ τὰ χρήματα ἃ ἔλαβεν. 〈Ἀπογραφή〉 ταῦτα εἰ μὲν μή φασι Δικαιογένην τὸν ἡμέτερον θεῖον ζῶντα κεκτῆσθαι καὶ ἀποθνήσκοντα ἡμῖν δοῦναι, ἀποδειξάτωσαν· εἰ δὲ καὶ ἐκεῖνον καταλιπεῖν καὶ ἡμᾶς κεκομίσθαι, μαρτυρησάτω τις αὐτοῖς. ὅτι μὲν γὰρ Δικαιογένης ὡμολόγει παραδώσειν ἡμῖν ὧν κατέλιπεν ὁ Μενεξένου τὰ δύο μέρη, ἡμεῖς μάρτυρας παρεχόμεθα, παρεχόμεθα Baiter-Sauppe: παρεξ-. καὶ ὅτι Λεωχάρης ἠγγυήσατο αὐτὸν ταῦτα ποιήσειν· καὶ γὰρ δικαζόμεθα διὰ τοῦτο, καὶ ταῦτα ἀντωμόσαμεν. καί μοι ἀνάγνωθι τὴν ἀντωμοσίαν. Ἀντωμοσία εἰ μὲν τοίνυν, ὦ ἄνδρες, περὶ τούτων ἔμελλον ἀπολογήσεσθαι ἀπολογήσεσθαι Cobet: -ασθαι. μόνον Λεωχάρης ἢ Δικαιογένης, ἤρκει ἄν μοι τὰ εἰρημένα· ἐπειδὴ δὲ παρεσκευασμένοι εἰσὶν ἐξ ἀρχῆς περὶ 〈τοῦ〉 τοῦ add. Reiske. κλήρου λέγειν, βούλομαι ὑμᾶς καὶ παρʼ ἐμοῦ τὰ πραχθέντα πυθέσθαι, ἵνα εἰδότες τἀληθῆ, ὅ τι ἂν δοκῇ ὑμῖν, ψηφίσησθε, ἀλλὰ μὴ ἐξηπατημένοι. Μενεξένῳ γὰρ τῷ ἡμετέρῳ πάππῳ ἐγένετο ὑὸς μὲν εἷς, Δικαιογένης, θυγατέρες δὲ τέτταρες, ὧν ἔλαβε μίαν μὲν Πολυάρατος Πολυάρατος Reiske: πολύαρτας. ὁ πατὴρ ὁ ἐμός, ἄλλην δὲ Δημοκλῆς ὁ Φρεάρριος, τὴν δὲ Κηφισοφῶν ὁ Παιανιεύς· ἡ δὲ 〈τετάρτη〉 δ́ (τετάρτη) add. Kaibel. Θεοπόμπῳ ἐγήματο τῷ Κηφισοδότου Κηφισοδότου Stephanus: -σιοδότον. πατρί.