ἐπεὶ δʼ οὖν ἀπέστη Δικαιογένης ταῖς γυναιξὶ τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, ἠξίου ὁ Λεωχάρης τὸν Πρωταρχίδην παραδιδόναι αὑτῷ τὴν συνοικίαν ἣν εἶχεν ἀντὶ τῆς προικός, ὡς ὄντι ἐγγυητῇ αὑτῷ, αὑτῷ Baiter-Sauppe: αὐτῷ. τὸ δὲ μέρος ὑπὲρ τῆς γυναικὸς τοῦ κλήρου παρʼ αὑτοῦ αὑτοῦ Baiter-Sauppe: αὐτοῦ. κομίζεσθαι. παραλαβὼν δὲ τὴν συνοικίαν τὸ μέρος οὐ παρέδωκε. καὶ τούτων ὑμῖν μάρτυρα τὸν Πρωταρχίδην παρέξομαι. Μάρτυς μάρτυς Aldus: μάρτυρες. περὶ δὲ ἐπισκευῆς τοῦ βαλανείου καὶ οἰκοδομίας καὶ πρότερον εἴρηκε Δικαιογένης καὶ νῦν ἴσως ἐρεῖ, ὡς ὁμολογήσαντες αὐτῷ αὐτῷ ἀποδώσειν τὰ ἀνηλωμένα οὐκ ἀπεδώκαμεν, καὶ ὅτι διὰ τοῦτο οὐ δύναται ἀπαλλάσσειν τοὺς χρήστας, οὐδὲ ἡμῖν παραδοῦναι ἃ δεῖ αὐτόν. ἡμεῖς δέ, ὦ ἄνδρες, ἐπὶ τοῦ δικαστηρίου, ὅτε ἠναγκάζομεν αὐτὸν ἀφίστασθαι τούτων, ἀντὶ τῶν λῃτουργιῶν καὶ τῶν εἰς τὰ οἰκοδομήματα ἀνηλωμένων ἀνηλωμένων Herwerden: ἀναλ-. ἀφεῖμεν αὐτῷ τοὺς καρπούς, οὕτω τῶν δικαστῶν γιγνωσκόντων· ὕστερον δʼ οὐκ ἀναγκαζόμενοι ἀλλʼ ἑκόντες ἔδομεν αὐτῷ τὴν ἐν ἄστει οἰκίαν ἐξαίρετον προσθέντες ἐξαίρε〈τον προς〉θέντες Buermann: ἐξαιρεθέντες πρὸς. τῷ τρίτῳ μέρει τοῦ κλήρου ἔχειν ἀντὶ τῶν ἐπεσκευασμένων, ἣν οὗτος οὗτος M, Aldus: οὕτως. ἀντὶ πεντακισχιλίων δραχμῶν παρέδωκε Φιλονείκῳ.