<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="24"><p>ἀποστὰς δὲ Δικαιογένης ταῦτα τὰ μέρη ὧν καὶ νῦν ὁμολογεῖ ἀφεστάναι ἡμῖν, ἐβεβαίωσε Μικίωνι τὸ βαλανεῖον. καὶ ἐγὼ μὲν ὁ ἄθλιος οὐχ ὅπως τι ἐκ τοῦ κλήρου εἰληφώς, ἀλλὰ προσαπολωλεκὼς τετταράκοντα μνᾶς, ἀπῄειν ὑβρισμένος ὑπὸ τοῦ Δικαιογένους. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="25"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">ταῦτα μὲν πεπόνθαμεν ὑπὸ Δικαιογένους,ὦ ἄνδρες· ὁ δʼ ἐγγυησάμενος αὐτὸν Λεωχάρης καὶ τῶν πάντων ἡμῖν κακῶν αἴτιος οὔ φησιν ἐγγυήσασθαι ἃ καταμαρτυρεῖται αὐτοῦ, ὅτι ἐν τῷ γραμματείῳ τῷ ἐπὶ τοῦ δικαστηρίου γραφέντι οὐκ ἔνεστι ταῦτα. ἡμεῖς δέ, ὦ ἄνδρες, τότʼ ἐπὶ τοῦ βήματος σπεύδοντες τὰ μὲν ἐγράψαμεν, τῶν δὲ μάρτυρας ἐποιησάμεθα· οὗτοι δέ, ἃ μὲν αὐτοῖς συμφέρει τῶν ὁμολογηθέντων τότε, κύριά φασιν εἶναι, εἰ καὶ μὴ γέγραπται, ἃ δʼ οὐ συμφέρει, οὐ κύρια, εἰ μὴ γέγραπται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="26"><p>ἐγὼ δʼ, ὦ ἄνδρες, οὐ θαυμάζω ὅτι ἔξαρνοί εἰσι τὰ ὡμολογημένα· οὐδὲ γὰρ τὰ γραφέντα ἐθέλουσι ποιεῖν. ἡμεῖς δʼ ὡς λέγομεν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">λέγομεν</foreign>Reiske: <foreign xml:lang="grc">ἐλέγομεν.</foreign></note> ἀληθῆ, καὶ ἄλλο τι τεκμήριον παρεξόμεθα. Πρωταρχίδῃ γὰρ τῷ Ποταμίῳ ἔδωκε Δικαιογένης τὴν ἀδελφὴν τὴν ἑαυτοῦ ἐπὶ τετταράκοντα μναῖς, ἀντὶ δὲ τῆς προικὸς τὴν οἰκίαν αὐτῷ τὴν ἐν Κεραμεικῷ παρέδωκε. ταύτῃ δὲ τῇ γυναικί, ἣν ὁ Πρωταρχίδης ἔχει, προσήκει τοῦ κλήρου μέρος ὅσον περ τῇ μητρὶ τῇ ἐμῇ. </p></div></div></body></text></TEI>