δύο γὰρ διαθῆκαι 〈ἀπ〉εφάνησαν, (ἀπ)εφάνησαν Dobree. ἡ μὲν πάλαι, ἡ δὲ πολλῷ ἡ δὲ πολλῷ Reiske: πολλῷ ἡ δὲ. ὕστερον· καὶ κατὰ μὲν τὴν παλαιάν, ἣν ἀπέφηνε Πρόξενος ὁ Δικαιογένους τουτουὶ τουτουὶ Scheibe: τούτου. πατήρ, ἐπὶ τῷ τρίτῳ μέρει τοῦ κλήρου ἐγίγνετο τῷ θείῳ τῷ ἡμετέρῳ ὑὸς ποιητός, καθʼ ἣν δʼ αὐτὸς ἀπέφηνε Δικαιογένης, ἐπὶ ἐπὶ Bekker: ἐν. παντὶ τῷ οἴκῳ. τούτοιν δὲ τοῖν τούτοιν δὲ τοῖν Naber: ταύταιν δὲ ταῖν. διαθήκαιν ἣν μὲν Πρόξενος ἀπέφηνε, Δικαιογένης ἔπεισε τοὺς δικαστὰς ὡς οὐκ ἀληθὴς εἴη· ἣν δὲ Δικαιογένης ἀπέφηνεν, οἱ μαρτυρήσαντες αὐτὴν τὸν θεῖον τὸν ἡμέτερον διαθέσθαι ἑάλωσαν ψευδομαρτυρίων. ἀμφοῖν δὲ τοῖν τοῖν Naber: ταῖν. διαθήκαιν ἀκύροιν γιγνομέναιν, καὶ ἑτέρας μηδεμιᾶς ὁμολογουμένης εἶναι, κατὰ δόσιν μὲν οὐδενὶ προσῆκε τοῦ κλήρου, κατʼ ἀγχιστείαν δὲ ταῖς Δικαιογένους τοῦ ἀποθανόντος ἀδελφαῖς, ὧν εἰσιν αἱ ἡμέτεραι μητέρες. διὰ δὲ ταῦτα ἔδοξέ τε ἡμῖν λαχεῖν τοῦ κλήρου κατʼ ἀγχιστείαν, καὶ ἐλάχομεν τοῦ μέρους τοῦ μέρους Buermann: τὸ μέρος. ἕκαστος. μελλόντων δʼ ἡμῶν ἀντόμνυσθαι διεμαρτύρησε Λεωχάρης οὑτοσὶ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ἡμῖν. ἐπισκηψαμένων ἐπισκηψαμένων Aldus: ἐπισκεψ-. δʼ ἡμῶν ἡ μὲν λῆξις τοῦ κλήρου διεγράφη, ἡ δὲ τῶν ψευδομαρτυρίων δίκη εἰσῄει. ἐν δὲ τῷ δικαστηρίῳ πάντα μὲν ἡμῶν εἰπόντων ἅ περ νυνί, πολλὰ δὲ Λεωχάρους ἀνταπολογησαμένου, ἔγνωσαν τὰ ψευδῆ μαρτυρῆσαι Λεωχάρην οἱ δικασταί. ἐπειδὴ δὲ τοῦτο φανερὸν ἐγένετο ἐξαιρεθεισῶν τῶν ψήφων, ἃ μὲν τῶν δικαστῶν καὶ ἡμῶν ἐδεήθη Λεωχάρης ἢ ὅσα ἡμῖν ἐξεγένετο διαπράξασθαι τότε, οὐκ οἶδʼ ὅ τι δεῖ λέγειν, ἃ δὲ ὡμολογήθη ἡμῖν, ταῦτα ἀκούσατε. συγχωρούντων γὰρ ἡμῶν τῷ ἄρχοντι μὴ συναριθμεῖν ἀλλὰ συγχέαι τὰς ψήφους, ἀφίστατο μὲν Δικαιογένης τοῖν δυοῖν μεροῖν τοῦ κλήρου ταῖς Δικαιογένους ἀδελφαῖς, καὶ ὡμολόγει ἀναμφισβήτητα ἀναμφισβήτητα Aldus: ἀναμφίβητα. παραδώσειν ἡμῖν ταῦτα τὰ μέρη· καὶ ταῦτα ἠγγυᾶτο αὐτὸν Λεωχάρης οὑτοσὶ οὑτοσὶ Scheibe: οὗτος. ἃ ἃ scripsi, cf. § 20.9, §22.3: καὶ. ὡμολόγει ποιήσειν, οὐ μόνος ἀλλὰ καὶ Μνησιπτόλεμος ὁ Πλωθειεύς. Πλωθειεύς Meursius: πλωτιεύς. καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι. Μάρτυρες ἡμεῖς τοίνυν ταῦτα παθόντες ὑπὸ Λεωχάρους, καὶ ἐγγενόμενον ἡμῖν αὐτὸν ἐπειδὴ εἵλομεν τῶν ψευδομαρτυρίων ἀτιμῶσαι, οὐκ ἐβουλήθημεν, ἀλλʼ ἐξήρκεσε τὰ ἡμέτερα ἡμῖν κομισαμένοις ἀπηλλάχθαι. τοιοῦτοι δὲ γενόμενοι περὶ Λεωχάρην καὶ Δικαιογένην ἐξηπατήθημεν ὑπʼ αὐτῶν, ὦ ἄνδρες· οὔτε γὰρ Δικαιογένης τὰ δύο μέρη ἡμῖν τοῦ κλήρου παρέδωκεν, ὁμολογήσας ἐπὶ τοῦ δικαστηρίου, οὔτε Λεωχάρης ὁμολογεῖ ἐγγυήσασθαι αὐτὸν τότε.