<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="12"><p rend="align(indent)">ἀλλὰ περὶ μὲν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">περὶ μὲν</foreign>Dobree: <foreign xml:lang="grc">μὲν περὶ.</foreign></note> τούτων τοσαῦτά μοι εἰρήσθω· πάλιν δʼ ἐπάνειμι ὅθεν ἀπέλιπον. Μενέξενος γὰρ ὁ Κηφισοφῶντος ὑός, ἀνεψιὸς ὢν Κηφισοδότῳ τουτῳὶ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τουτῳὶ</foreign>Scheibe: <foreign xml:lang="grc">τούτῳ.</foreign></note> καὶ ἐμοί, καὶ προσῆκον αὐτῷ τοῦ κλήρου μέρος ὅσον περ ἐμοί, ἐπεξῄει τοῖς καταμαρτυρήσασιν ἡμῶν καὶ ἐκείνου τὰ ψευδῆ, καὶ Λύκωνα, ὅν περ εἰσήγαγε πρῶτον εἰς τὸ δικαστήριον, τοῦτον εἷλεν· ὃς ἐμαρτύρησε Δικαιογένην ποιηθῆναι τὸν νῦν ὄντα ὑπὸ τοῦ θείου τοῦ ἡμετέρου ὑὸν ἐπὶ παντὶ τῷ κλήρῳ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="13"><p>μαρτυρήσας δὲ ταῦτα ἑάλω ψευδομαρτυρίων. ἐπειδὴ δὲ Δικαιογένης, ὦ ἄνδρες, οὐκέτι ὑμᾶς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμᾶς</foreign>Reiske: <foreign xml:lang="grc">ἡμᾶς.</foreign></note> δύναται ἐξαπατᾶν, πείθει Μενέξενον τὸν ὑπὲρ ἡμῶν τε καὶ ὑπὲρ αὑτοῦ πράττοντα, ἃ ἐγὼ αἰσχυνόμενος ἀναγκάζομαι διὰ τὴν ἐκείνου πονηρίαν λέγειν, -- τί ποιῆσαι; κομισάμενον αὐτὸν μέρος ἐκ τοῦ κλήρου ὅ τι ἐγίγνετο, ἡμᾶς μὲν ὑπὲρ ὧν ἔπραττε προδοῦναι, τοὺς δὲ μήπω ἑαλωκότας τῶν μαρτύρων ἀφεῖναι. καὶ ἡμεῖς μὲν ταῦτα ὑπὸ τῶν φίλων καὶ τῶν ἐχθρῶν παθόντες εἴχομεν ἡσυχίαν. τούτων δʼ ὑμῖν μάρτυρας παρέξομαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="14"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">ὁ μὲν τοίνυν Μενέξενος παθὼν ἄξια τῶν ἑαυτοῦ τρόπων ἠπατήθη ὑπὸ τοῦ Δικαιογένους· ἀφεὶς γὰρ τοὺς μάρτυρας καὶ ἡμᾶς προδούς, ὧν ἕνεκα ταῦτʼ ἔπραξεν οὐκ ἐκομίσατο. ἀδικηθεὶς δὲ ὑπὸ Δικαιογένους μεθʼ ἡμῶν πάλιν ἔπραττεν. ἡμεῖς δὲ καθηγούμενοι οὐκέτι προσήκειν Δικαιογένει ἔχειν τῶν ἐκ τοῦ κλήρου μέρος οὐδέν, ἐπειδὴ οἱ μάρτυρες ἑάλωσαν, ἀμφισβητοῦμεν αὐτῷ ἅπαντος τοῦ οἴκου κατʼ ἀγχιστείαν. καὶ ὅτι ἡμεῖς τε ὀρθῶς ἐγνώκαμεν καὶ οὐδὲν ἔτι προσήκει Δικαιογένει τοῦ κλήρου, ῥᾳδίως διδάξω. </p></div></div></body></text></TEI>