Ὑπόθεσις Δικαιογένους τελευτήσαντος ἄπαιδος ἐπὶ τέσσαρσιν ἀδελφαῖς Πρόξενος ἧκεν διαθήκην ἔχων, ἐν ᾗ Δικαιογένης ὁ τελευτήσας τὸν υἱὸν αὐτοῦ, τοῦ Προξένου, Δικαιογένην υἱὸν θετὸν ἐποιήσατο ἐπὶ τῷ τρίτῳ μέρει τῆς οὐσίας. τοῦτον δὲ τὸν τρόπον διανειμαμένων αὐτῶν τὴν ὅλην οὐσίαν, τελευταῖον ἦλθεν ὁ υἱὸς Προξένου Δικαιογένης φάσκων ἐπὶ ὅλῃ τῇ οὐσίᾳ γεγονέναι υἱός, καὶ νικήσας ἀνέλαβε καὶ τὰ δύο μέρη τῶν ἀδελφῶν τοῦ τελευτήσαντος. ὕστερον πάλιν οἱ παῖδες τῶν ἀδελφῶν δικασάμενοι πρὸς Δικαιογένην ἐνίκησαν, καὶ συνέθετο Δικαιογένης ἀποδοῦναι πάλιν τὰ δύο μέρη αὐτοῖς καθαρὰ καὶ ἀνέπαφα, ἐγγυησαμένου ταῦτα Λεωχάρους. νῦν δὲ ἀρνουμένων τὰ δόξαντα τῶν περὶ Δικαιογένην καὶ Λεωχάρην, ἐγκαλοῦσιν οἱ παῖδες τῶν ἀδελφῶν περὶ τῶν δύο μερῶν τῷ μὲν ὡς συνθεμένῳ, τῷ δὲ ὡς ἐγγυητῇ. ἡ στάσις στοχασμός· ἀρνοῦνται γάρ. ὠιόμεθα μέν, ὦ ἄνδρες, περὶ ὧν διεφερόμεθα πρὸς Δικαιογένην, τὰ ὡμολογημένα ἐπὶ τοῦ δικαστηρίου κύρια ἡμῖν ἔσεσθαι· ἀποστάντος γὰρ Δικαιογένους τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, καὶ ἐγγυητὰς καταστήσαντος ἦ μὴν παραδώσειν ἡμῖν ταῦτα τὰ μέρη ἀναμφισβήτητα, ἀφήκαμεν ἀλλήλους τῶν ἐγκλημάτων· ἐπειδὴ δέ, ὦ ἄνδρες, οὐ ποιεῖ Δικαιογένης ἃ ὡμολόγησε, δικαζόμεθα Λεωχάρει ἐγγυητῇ γενομένῳ Δικαιογένους, ὥσπερ ἀντωμόσαμεν. καί μοι ἀνάγνωθι τὴν ἀντωμοσίαν. Ἀντωμοσία ὡς τοίνυν ἀληθῆ ἀντωμόσαμεν, Κηφισόδοτος οὑτοσὶ οἶδε, καὶ μάρτυρας ὑμῖν παρεξόμεθα πρῶτον μὲν ὡς ἀπέστη Δικαιογένης ἡμῖν τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, εἶτα ὡς ἠγγυήσατο Λεωχάρης. καί μοι ἀνάγνωθι τὴν μαρτυρίαν. Μαρτυρία τῶν μὲν μαρτύρων ἀκηκόατε, καὶ ὡς οὐ τἀληθῆ μεμαρτυρήκασιν, οὐδʼ ἂν αὐτὸν οἶμαι Λεωχάρην εἰπεῖν· ἴσως δὲ ἐπʼ ἐκεῖνον τρέψεται τὸν λόγον, ὡς Δικαιογένης τε ἃ ἡμῖν ὡμολόγησεν ἅπαντα πεποίηκε, καὶ αὐτὸς τὴν ἐξεγγύην ὅτι ἀπέδωκεν. εἰ οὖν ταῦτʼ ἐρεῖ, ψεύσεται καὶ ῥᾳδίως ἐλεγχθήσεται. ἀναγνώσεται γὰρ ὑμῖν ὅσα κατέλιπε Δικαιογένης ὁ Μενεξένου ἐν τῷ κλήρῳ καὶ τὰ χρήματα ἃ ἔλαβεν. 〈Ἀπογραφή〉 ταῦτα εἰ μὲν μή φασι Δικαιογένην τὸν ἡμέτερον θεῖον ζῶντα κεκτῆσθαι καὶ ἀποθνήσκοντα ἡμῖν δοῦναι, ἀποδειξάτωσαν· εἰ δὲ καὶ ἐκεῖνον καταλιπεῖν καὶ ἡμᾶς κεκομίσθαι, μαρτυρησάτω τις αὐτοῖς. ὅτι μὲν γὰρ Δικαιογένης ὡμολόγει παραδώσειν ἡμῖν ὧν κατέλιπεν ὁ Μενεξένου τὰ δύο μέρη, ἡμεῖς μάρτυρας παρεχόμεθα, παρεχόμεθα Baiter-Sauppe: παρεξ-. καὶ ὅτι Λεωχάρης ἠγγυήσατο αὐτὸν ταῦτα ποιήσειν· καὶ γὰρ δικαζόμεθα διὰ τοῦτο, καὶ ταῦτα ἀντωμόσαμεν. καί μοι ἀνάγνωθι τὴν ἀντωμοσίαν.