<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="0"><p rend="align(center)"><label>Ὑπόθεσις</label></p><p rend="align(indent)">Δικαιογένους τελευτήσαντος ἄπαιδος ἐπὶ τέσσαρσιν ἀδελφαῖς Πρόξενος ἧκεν διαθήκην ἔχων, ἐν ᾗ Δικαιογένης ὁ τελευτήσας τὸν υἱὸν αὐτοῦ, τοῦ Προξένου, Δικαιογένην υἱὸν θετὸν ἐποιήσατο ἐπὶ τῷ τρίτῳ μέρει τῆς οὐσίας. τοῦτον δὲ τὸν τρόπον διανειμαμένων αὐτῶν τὴν ὅλην οὐσίαν, τελευταῖον ἦλθεν ὁ υἱὸς Προξένου Δικαιογένης φάσκων ἐπὶ ὅλῃ τῇ οὐσίᾳ γεγονέναι υἱός, καὶ νικήσας ἀνέλαβε καὶ τὰ δύο μέρη τῶν ἀδελφῶν τοῦ τελευτήσαντος. ὕστερον πάλιν οἱ παῖδες τῶν ἀδελφῶν δικασάμενοι πρὸς Δικαιογένην ἐνίκησαν, καὶ συνέθετο Δικαιογένης ἀποδοῦναι πάλιν τὰ δύο μέρη αὐτοῖς καθαρὰ καὶ ἀνέπαφα, ἐγγυησαμένου ταῦτα Λεωχάρους. νῦν δὲ ἀρνουμένων τὰ δόξαντα τῶν περὶ Δικαιογένην καὶ Λεωχάρην, ἐγκαλοῦσιν οἱ παῖδες τῶν ἀδελφῶν περὶ τῶν δύο μερῶν τῷ μὲν ὡς συνθεμένῳ, τῷ δὲ ὡς ἐγγυητῇ. ἡ στάσις στοχασμός· ἀρνοῦνται γάρ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="1"><p rend="align(indent)">ὠιόμεθα μέν, ὦ ἄνδρες, περὶ ὧν διεφερόμεθα πρὸς Δικαιογένην, τὰ ὡμολογημένα ἐπὶ τοῦ δικαστηρίου κύρια ἡμῖν ἔσεσθαι· ἀποστάντος γὰρ Δικαιογένους τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, καὶ ἐγγυητὰς καταστήσαντος ἦ μὴν παραδώσειν ἡμῖν ταῦτα τὰ μέρη ἀναμφισβήτητα, ἀφήκαμεν ἀλλήλους τῶν ἐγκλημάτων· ἐπειδὴ δέ, ὦ ἄνδρες, οὐ ποιεῖ Δικαιογένης ἃ ὡμολόγησε, δικαζόμεθα Λεωχάρει ἐγγυητῇ γενομένῳ Δικαιογένους, ὥσπερ ἀντωμόσαμεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="2"><p>καί μοι ἀνάγνωθι τὴν ἀντωμοσίαν.</p><p rend="align(center)"><label>Ἀντωμοσία</label></p><p rend="align(indent)">ὡς τοίνυν ἀληθῆ ἀντωμόσαμεν, Κηφισόδοτος οὑτοσὶ οἶδε, καὶ μάρτυρας ὑμῖν παρεξόμεθα πρῶτον μὲν ὡς ἀπέστη Δικαιογένης ἡμῖν τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, εἶτα ὡς ἠγγυήσατο Λεωχάρης. καί μοι ἀνάγνωθι τὴν μαρτυρίαν. </p></div></div></body></text></TEI>