ἔτι δὲ καὶ ὁμολογοῦντες Θρασυμάχου μὲν εἶναι τὸν Νικόστρατον οὐκ ἂν εἶχον ἐξελέγξαι τούσδε ὡς οὐκ εἰσὶν ἐκείνῳ ἀνεψιοί· ἄλλον δὲ πατέρα τῷ τεθνεῶτι κατασκευάζοντες οὐ μόνον περὶ τῶν διαθηκῶν ἀλλὰ καὶ περὶ τοῦ γένους λόγον ἐμβεβλήκασιν. οὐκ ἐκ τούτων δὲ μόνον γνοίητʼ ἂν ὅτι ἀλλότριοί ἀλλότριοί Boekmeijer: ἄλλοι. τινες εἰσιν οἱ ταῦτα ἐπὶ τουτουσὶ ἐπάγοντες, ἀλλὰ καὶ ἐκ τῶν κατʼ ἀρχὰς γεγενημένων. τίς γὰρ οὐκ ἀπεκείρατο, ἐπειδὴ τὼ δύο ταλάντω ἐξ Ἀκῆς ἐξ Ἀκῆς Valckenaer: ἑξάκις. ἠλθέτην ἠλθέτην Herwerden: -ον. ; ἢ τίς οὐ μέλαν ἱμάτιον ἐφόρησεν, ἐφόρησεν Baiter-Sauppe: ἐφόρεσεν. ὡς διὰ τὸ πένθος κληρονομήσων τῆς οὐσίας; ἢ πόσοι συγγενεῖς καὶ ὑεῖς κατὰ δόσιν προσεποιήσαντο τῶν Νικοστράτου;