<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="25"><p>εἰς γὰρ τὸν λοιπὸν χρόνον, εἰ μὲν οἵδε κατὰ τὸ γένος ἀμφισβητοῦντες λήψονται τὸν κλῆρον, ἐξέσται καὶ τούτοις, ὁπόταν βούλωνται, κατὰ τὸ γένος λαχοῦσιν ἐπιδεῖξαι ὑμῖν ὡς αὐτοὶ ἐγγυτέρω ἦσαν τοῦ Νικοστράτου, καὶ ὡς Σμίκρου ἦν καὶ οὐ Θρασυμάχου· ἐὰν δὲ Χαριάδης αὐτῶν κληρονομήσῃ, οὐκ ἔσται οὐδενὶ συγγενεῖ ἐπὶ τὰ Νικοστράτου ἐλθεῖν. κατὰ δόσιν γὰρ ἔχοντος τοῦ ἐπιδεδικασμένου, τί φανοῦνται λέγοντες οἱ κατὰ [τὸ] γένος λαγχάνοντες; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="26"><p rend="align(indent)">ὅπερ ἂν οὖν καὶ ὑμῶν ἕκαστος ἀξιώσειε, τοῦτο καὶ τουτοισὶ τοῖς νεανίσκοις βεβαιώσατε. παρέσχοντο δʼ ὑμῖν μάρτυρας πρῶτον μὲν ὡς ἀνεψιοί εἰσιν ἐκ πατραδέλφων Νικοστράτου, ἔπειτα δὲ ὡς οὐδεπώποτε ἐκείνῳ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐκείνῳ</foreign>Aldus: <foreign xml:lang="grc">ἐκεῖνοι.</foreign></note> διάφοροι ἦσαν, ἔτι δὲ καὶ ὡς ἔθαψαν Νικόστρατον, πρὸς δὲ τούτοις ὡς Χαριάδης οὑτοσὶ οὐδαμῶς οὔτʼ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὔτʼ</foreign>Bekker: <foreign xml:lang="grc">οὐδʼ.</foreign></note> ἐνθάδε οὔτʼ ἐπὶ στρατεύματι ἐχρῆτο Νικοστράτῳ, ἔτι δὲ καὶ τὴν κοινωνίαν, ᾗ μάλισθʼ οὗτος ἰσχυρίζεται, ψευδῆ οὖσαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="27"><p rend="align(indent)">καὶ ἄνευ τούτων, ὦ ἄνδρες, ἄξιον ὑμῖν ἐξετάσαι ἑκατέρους αὐτῶν οἷοί εἰσι. Θράσιππος μὲν γὰρ ὁ Ἅγνωνος καὶ Ἁγνοθέου πατὴρ ἤδη τι καὶ ἐλῃτούργησεν ὑμῖν καὶ εἰσήνεγκε, καὶ ἄλλως σπουδαῖος ἦν πολίτης· αὐτοὶ δὲ οὗτοι οὔτε ἀποδεδημήκασιν οὐδαμοῖ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδαμοῖ</foreign>Bekker: <foreign xml:lang="grc">-μῆ.</foreign></note> πώποτε, ὅποι ἂν μὴ ὑμεῖς προστάξητε, οὔτʼ ἐνθάδε μένοντες ἄχρηστοί εἰσι τῇ πόλει, ἀλλὰ καὶ στρατεύονται καὶ εἰσφέρουσι καὶ τἆλλα πάντα ποιοῦσι τὰ προσταττόμενα καὶ αὑτούς (ὡς πάντες ἴσασι) κοσμίους παρέχουσιν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="28"><p>ὥστε πολὺ μᾶλλον τούτους προσήκει κατὰ δόσιν τῶν χρημάτων τῶν Νικοστράτου ἢ Χαριάδην ἀμφισβητεῖν. οὗτος γάρ, ὅτʼ ἐπεδήμει ἐνθάδε, πρῶτον μὲν εἰς τὸ δεσμωτήριον ὡς κλέπτης ὢν ἐπʼ αὐτοφώρῳ ἀπήχθη, τότε δὲ ἀφεθεὶς μεθʼ ἑτέρων τινῶν ὑπὸ τῶν ἕνδεκα, οὓς δημοσίᾳ ἅπαντας ὑμεῖς ἀπεκτείνατε, πάλιν ἀπογραφεὶς εἰς τὴν βουλὴν κακουργῶν, ὑποχωρῶν ᾤχετο καὶ οὐχ ὑπήκουσεν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="29"><p>ἀλλʼ ἀπʼ ἐκείνου ἑπτακαίδεκα ἐτῶν Ἀθήναζε οὐκ ἀφίκετο, πλὴν ἐπειδὴ Νικόστρατος ἀπέθανε. καὶ ὑπὲρ μὲν ὑμῶν οὔτε στρατείαν οὐδεμίαν ἐστράτευται οὔτε εἰσφορὰν οὐδεμίαν εἰσενήνοχε, πλὴν εἴ τι ἄρα ἐξ ὅτου τῶν Νικοστράτου ἠμφισβήτησεν, οὔτʼ ἄλλʼ οὐδὲν ὑμῖν λελῃτούργηκεν. ἔπειτα τοιοῦτος ὢν οὐκ ἀγαπᾷ εἰ μὴ τῶν ἡμαρτημένων δίκην δώσει, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἀμφισβητεῖ. </p></div></div></body></text></TEI>