<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="20"><p>ἀλλὰ νὴ Δία ἐπειδὴ τούτων οὐδὲν ἐποίησε, τὴν οὐσίαν τοῦ Νικοστράτου<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Νικοστράτου</foreign>schedae *etonenses: <foreign xml:lang="grc">στρατονίκου.</foreign></note> διεχείρισεν; ἀλλὰ καὶ ταῦτα μεμαρτύρηται ὑμῖν, καὶ τὰ πλεῖστα οὐδʼ αὐτὸς ἀρνεῖται. προφάσεις δὲ οἴομαι ἀναγκαίας ἐφʼ ἑκάστας τῶν πράξεων εὑρῆσθαι· τί γὰρ ὑπολείπεται τῷ διαρρήδην ὁμολογοῦντι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="21"><p rend="align(indent)">σαφῶς μὲν οὖν ἴστε, ὦ ἄνδρες, ὅτι οὗτοι οὐ δικαίως τῶν Νικοστράτου<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μόνος</foreign>Rarabasileiou: <foreign xml:lang="grc">μόνον.</foreign></note> ἐφίενται, ἀλλὰ βούλονται μὲν ὑμᾶς ἐξαπατῆσαι, τουτουσὶ δὲ συγγενεῖς ὄντας ἐκείνου, ἃ οἱ νόμοι ἔδοσαν αὐτοῖς, ἀποστερῆσαι. οὐ μόνος<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔσται</foreign>add. Scheibe.</note> δὲ Χαριάδης τοῦτο πεποίηκεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ ἤδη τῶν ἐν τῇ ὑπερορίᾳ ἀποθνῃσκόντων οὐδὲ γιγνώσκοντες ἐνίους τῆς οὐσίας ἠμφισβήτησαν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="22"><p>ἐνθυμοῦνται γὰρ ὅτι κατορθώσασι μὲν 〈ἔσται〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">〈ὑφ〉ηγοῦνται</foreign>Schoemann.</note> τὰ ἀλλότρια ἔχειν, διαμαρτοῦσι δὲ μικρὸς ὁ κίνδυνος· μαρτυρεῖν δὲ καὶ τὰ ψευδῆ τινες ἐθέλουσιν, οἱ δʼ ἔλεγχοι περὶ ἀφανῶν. συνελόντι πολὺ τὸ διαφέρον κατὰ γένος ἢ κατὰ δόσιν ἀμφισβητεῖν. ἀλλʼ ὑμᾶς χρή, ὦ ἄνδρες, πρῶτον μὲν τὰς διαθήκας σκοπεῖν, εἰ δοκοῦσι γενέσθαι· τοῦτο γὰρ οἵ τε νόμοι 〈ὑφ〉ηγοῦνται καὶ δικαιότατόν ἐστι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="23"><p>μὴ σαφῶς δὲ μήτʼ αὐτοὺς τὴν ἀλήθειαν εἰδότας, μήτε τῶν μαρτύρων τοῦ τελευτήσαντος ἐπιτηδείων ὄντων, ἀλλὰ Χαριάδου τοῦ τἀλλότρια βουλομένου λαβεῖν, τί ἂν εἴη<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν εἴη</foreign>Reiske: <foreign xml:lang="grc">ἄν τι.</foreign></note> δικαιότερον ἢ τοῖς συγγενέσι τὰ τοῦ συγγενοῦς ψηφίζεσθαι; καὶ γὰρ εἴ τι οἵδε ἔπαθον, οὐδενὶ ἂν ἄλλῳ ἢ Νικοστράτῳ τὰ τούτων ἐγένετο<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγένετο</foreign>M, Bekker: <foreign xml:lang="grc">ἐγένοντο.</foreign></note> · κατὰ γὰρ τὸ αὐτὸ γένος ἂν ἠμφισβήτει, ἀνεψιὸς ὢν αὐτοῖς ἐκ πατραδέλφων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="24"><p>μὰ Δίʼ ἀλλʼ οὐκ ἔστιν ὁ Ἅγνων οὐδʼ ὁ Ἁγνόθεος τοῦ Νικοστράτου συγγενής,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">συγγενής</foreign>Stephanus: <foreign xml:lang="grc">-εῖς.</foreign></note> ὡς οἱ ἀντίδικοί φασιν, ἀλλʼ ἕτεροι. ἔπειτα τῷ μὲν κατὰ τὴν δόσιν τοῦ κλήρου λαχόντι μαρτυροῦσιν, αὐτοὶ δὲ κατὰ τὸ γένος οὐκ ἀμφισβητήσουσιν; οὐ γὰρ εἰς τοῦτό γε ἀνοίας ἥκουσιν ὥστε πιστεύσαντες ταῖς διαθήκαις οὕτω ῥᾳδίως τοσούτων χρημάτων ἀφίστανται. ἀλλὰ μὴν καὶ ἐξ ὧν αὐτοὶ οὗτοι λέγουσι, τούσδε τοῖς συγγενέσιν αὐτοῖς ἐπιδικάσασθαι συμφέρει τῶν Νικοστράτου μᾶλλον ἢ Χαριάδην. </p></div></div></body></text></TEI>