πρῶτον μὲν οὖν, ὦ ἄνδρες, περὶ τῆς τῶν ὀνομάτων ἐπιγραφῆς ἄξιόν ἐστιν ἐξετάσαι, καὶ σκέψασθαι ὁπότεροι ἁπλούστερον καὶ κατὰ φύσιν μᾶλλον τὰς λήξεις ἐποιήσαντο. Ἅγνων μὲν γὰρ οὑτοσὶ καὶ Ἁγνόθεος Θρασυμάχου ἐπεγράψαντο τὸν Νικόστρατον, καὶ ἑαυτοὺς ἐκείνῳ ἀνεψιοὺς ἀποφαίνουσι, καὶ τούτων μάρτυρας παρέχονται· Χαριάδης δὲ καὶ οἱ συνδικοῦντες αὐτῷ Σμίκρου μὲν πατρὸς εἶναί φασι τὸν Νικόστρατον, ἀμφισβητοῦσι δὲ τοῦ Θρασυμάχου ὑοῦ κλήρου. καὶ οἵδε μὲν οὐδὲν οὐδὲν Stephanus: οὐδὲ. προσποιοῦνται ἐκείνου τοῦ ὀνόματος οὔτε γιγνώσκειν οὔτε προσήκειν αὑτοῖς· φασὶ μὲν οὖν εἶναι Θρασυμάχου Νικόστρατον, τούτου δὲ ὁμοίως τῆς οὐσίας ἀμφισβητοῦσι.