<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="79"><p>ἔτι δὲ πρὸς τούτοις ἐπιδειξάτω ὅτῳ πρότερον ἢ ὕστερον ἠγγύησεν οὗτος τὴν ἀδελφήν, ἢ εἰ ἐξ ἄλλου τινὸς γεγενημένοι εἰσὶ παῖδες αὐτῇ. ταῦτα οὖν ἀξιοῦτε πυνθάνεσθαι παρʼ αὐτοῦ, καὶ περὶ τῆς τοῖς φράτορσι γαμηλίας μὴ ἀμνημονεῖτε. οὐ γὰρ τῶν ἐλαχίστων πρὸς τὴν τούτου<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τούτου</foreign>Aldus: <foreign xml:lang="grc">τούτων.</foreign></note> μαρτυρίαν τεκμήριόν ἐστι τοῦτο. δῆλον γὰρ ὅτι, εἰ ἐπείσθη ἐγγυήσασθαι, ἐπείσθη ἂν καὶ γαμηλίαν ὑπὲρ αὐτῆς τοῖς φράτερσιν εἰσενεγκεῖν καὶ εἰσαγαγεῖν τὴν ἐκ ταύτης ἀποφανθεῖσαν θυγατέρα ὡς γνησίαν οὖσαν αὑτῷ. </p></div></div></body></text></TEI>