ἐκ τοίνυν τούτων, ὦ ἄνδρες, καὶ ἐξ αὐτοῦ τοῦ πράγματος ῥᾴδιόν ἐστι γνῶναι ὅσον ἀναισχυντότατοι ἀνθρώπων εἰσὶν οὗτοι. τίνος γὰρ ἕνεκα, εἰ ἦν γνησία θυγάτηρ τῷ ἡμετέρῳ θείῳ καταλειπομένη, ποιησάμενος ὁ θεῖος κατέλιπε τὸν ἐμὸν ἀδελφὸν ὑὸν ἑαυτῷ; πότερον ὅτι προσήκοντες αὐτῷ ἐγγυτέρω γένους ἡμῶν ἦσαν ἄλλοι, οὓς βουλόμενος τὴν ἐπιδικασίαν τῆς θυγατρὸς ἀποστερῆσαι ἐποιεῖτο τὸν 〈ἐμὸν〉 ἐμὸν add. Stephanus. ἀδελφὸν ὑὸν αὑτῷ; ἀλλʼ οὔτε ἐγένετο οὔτʼ ἔστι, μὴ γενομένων [δὲ] παίδων γνησίων ἐκείνῳ, ἐγγυτέρω ἡμῶν οὐδὲ εἷς· ἀδελφὸς μὲν γὰρ οὐκ ἦν αὐτῷ οὐδʼ ἀδελφοῦ παῖδες, ἐκ δὲ τῆς ἀδελφῆς ἡμεῖς ἦμεν αὐτῷ.