ἀλλʼ ὦ ʼγαθοί, ἀγαθοὶ Sauppe: ἀγαθέ. τοῦτο μὲν καὶ λαθεῖν φήσαιτʼ ἂν ὑμᾶς· ὅτε δʼ ἠγγύα καὶ ἐξεδίδου ὁ Ἔνδιος τὴν γυναῖκα, τὴν γυναῖκα schedae *etonenses: τῇ γυναικὶ. ἐπετρέπετε ὑμεῖς οἱ θεῖοι τὴν τοῦ ἀδελφιδοῦ τοῦ ὑμετέρου αὐτῶν ὡς ἐξ ἑταίρας οὖσαν ἐκείνῳ ἐγγυᾶσθαι, ἄλλως τε καὶ παραγενέσθαι φάσκοντες, ὅτε ὁ ἀδελφιδοῦς ὑμῶν ἠγγυᾶτο τὴν μητέρα τὴν ταύτης κατὰ 〈τοὺς〉 τοὺς add. Schoemann. νόμους ἕξειν γυναῖκα, ἔτι δὲ καὶ ἐν τῇ δεκάτῃ τῇ ταύτης κληθέντες συνεστιᾶσθαι;