εἶτα τὰς μὲν ὑπὸ τῶν πατέρων ἐκδοθείσας διὰ τὸν νόμον ἐξ ἀνάγκης ἐπιδίκους εἶναι προσήκει· Ξενοκλεῖ δὲ ἄν τις τόδʼ ἐπέτρεψε τῶν τοῦ Πύρρου θείων, εἰ ἦν γνησία θυγάτηρ ἐκείνῳ καταλειπομένη, λαβόντα ἔχειν τὴν κατὰ γένος προσήκουσαν αὑτοῖς γυναῖκα, καὶ τοσαύτης οὐσίας τοῦτον καταστῆναι καταστῆναι Reiske: καταστῆσαι. κληρονόμον ἀνθʼ ἑαυτῶν; μὴ νομίσητε ὑμεῖς, ὦ ἄνδρες·