<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="60"><p>οὗτοι τοίνυν εἰς τοῦτο τόλμης ἀφιγμένοι εἰσίν, ὥστε τῷ μὲν εἰσποιήτῳ οὐκ ἔφασαν ἐπιδικάσασθαι προσήκειν τῶν δοθέντων, τῇ δὲ Φίλῃ, ἥν φασι θυγατέρα γνησίαν τῷ Πύρρῳ καταλελεῖφθαι, λαχεῖν τοῦ κλήρου τοῦ πατρῴου τὴν λῆξιν ἠξίωσαν. καίτοι (ὅπερ εἶπον καὶ πρότερον) ὅσοι μὲν 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Dobree.</note> καταλίπωσι γνησίους παῖδας ἐξ αὑτῶν, οὐ προσήκει τοῖς παισὶν ἐπιδικάσασθαι τῶν πατρῴων· ὅσοι δὲ διαθήκαις αὑτοῖς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὑτοῖς</foreign>Dobree: <foreign xml:lang="grc">αὐτοὶ.</foreign></note> εἰσποιοῦνται, τούτοις ἐπιδικάζεσθαι προσήκει τῶν δοθέντων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="61"><p>τοῖς μὲν γάρ, ὅτι γόνῳ γεγόνασιν, οὐδεὶς ἂν δήπου ἀμφισβητήσειε περὶ τῶν πατρῴων· πρὸς δὲ τοὺς εἰσποιήτους ἅπαντες οἱ κατὰ γένος προσήκοντες ἀμφισβητεῖν ἀξιοῦσιν. ἵνα οὖν μὴ παρὰ τοῦ ἐντυχόντος τῶν κλήρων αἱ λήξεις [τοῖς ἀμφισβητεῖν βουλομένοις] γίγνωνται, καὶ μὴ ὡς ἐρήμων τῶν κλήρων ἐπιδικάζεσθαί τινες τολμῶσι, τούτου ἕνεκα τὰς ἐπιδικασίας οἱ εἰσποίητοι πάντες ποιοῦνται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="62"><p>μηδεὶς οὖν ὑμῶν ἡγείσθω, εἰ ἐνόμιζε γνησίαν εἶναι τὴν ἑαυτοῦ γυναῖκα Ξενοκλῆς, λαχεῖν ἂν ὑπὲρ αὐτῆς τὴν λῆξιν τοῦ κλήρου τοῦ πατρῴου, ἀλλʼ ἐβάδιζεν ἂν ἡ γνησία εἰς τὰ ἑαυτῆς πατρῷα, καὶ εἴ τις αὐτὴν ἀφῃρεῖτο ἢ ἐβιάζετο, ἐξῆγεν ἂν ἐκ τῶν πατρῴων, καὶ οὐκ ἂν ἰδίας μόνον δίκας ἔφευγεν ὁ βιαζόμενος, ἀλλὰ καὶ δημοσίᾳ εἰσαγγελθεὶς πρὸς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πρὸς</foreign>Reiske: <foreign xml:lang="grc">εἰς.</foreign></note> τὸν ἄρχοντα ἐκινδύνευεν ἂν περὶ τοῦ σώματος καὶ τῆς οὐσίας ἁπάσης τῆς ἑαυτοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="63"><p rend="align(indent)">ἔτι δʼ ἂν πρότερον τοῦ Ξενοκλέους οἱ τοῦ Πύρρου θεῖοι, εἰ ᾔδεσαν γνησίαν θυγατέρα τῷ ἑαυτῶν ἀδελφιδῷ καταλειπομένην καὶ ἡμῶν μηδένα λαμβάνειν ἐθέλοντα αὐτήν, οὐκ ἄν ποτε ἐπέτρεψαν Ξενοκλέα, τὸν μηδαμόθεν μηδὲν γένει προσήκοντα Πύρρῳ, λαβόντα ἔχειν τὴν κατὰ γένος προσήκουσαν αὑτοῖς γυναῖκα. ἢ δεινόν γʼ ἂν εἴη. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="64"><p>τὰς μὲν ὑπὸ τῶν πατέρων ἐκδοθείσας καὶ συνοικούσας ἀνδράσι γυναῖκας (περὶ ὧν τίς ἂν ἄμεινον ἢ ὁ πατὴρ βουλεύσαιτο;) καὶ τὰς οὕτω δοθείσας, ἂν ὁ πατὴρ αὐτῶν τελευτήσῃ μὴ καταλιπὼν αὐταῖς γνησίους ἀδελφούς, τοῖς ἐγγύτατα γένους ἐπιδίκους ὁ νόμος εἶναι κελεύει, καὶ πολλοὶ συνοικοῦντες ἤδη ἀφῄρηνται τὰς ἑαυτῶν γυναῖκας. </p></div></div></body></text></TEI>