οἶμαι δὲ οὐδʼ ἂν τὴν ἀρχὴν ἐκεῖνον οὐδʼ ἄλλον γε γε Scheibe: δὲ. τῶν εἰσποιήτων οὐδένα οὕτως εὐήθη οὐδʼ αὖ αὖ Bekker: ἂν. ὀλίγωρον τῶν νόμων τῶν κειμένων γίγνεσθαι, ὥσθʼ ὑπαρχούσης γνησίας θυγατρὸς τῷ τὸν κλῆρον καταλιπόντι ἑτέρῳ δοῦναι ταύτην ἀνθʼ ἑαυτοῦ. ἀκριβῶς γὰρ ᾔδει διότι τοῖς γε ἐκ τῆς γνησίας θυγατρὸς παισὶ γεγονόσιν ἁπάντων τῶν παππῴων κληρονομία προσήκει. εἶτα εἰδὼς ἄν τις ταῦτα ἑτέρῳ παραδοίη τὰ αὑτοῦ, καὶ ταῦτα τηλικαῦτα ὄντα ὅσων ἠμφισβήτησαν οὗτοι;