<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="50"><p>οἶμαι δὲ οὐδʼ ἂν τὴν ἀρχὴν ἐκεῖνον οὐδʼ ἄλλον γε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γε</foreign>Scheibe: <foreign xml:lang="grc">δὲ.</foreign></note> τῶν εἰσποιήτων οὐδένα οὕτως εὐήθη οὐδʼ αὖ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὖ</foreign>Bekker: <foreign xml:lang="grc">ἂν.</foreign></note> ὀλίγωρον τῶν νόμων τῶν κειμένων γίγνεσθαι, ὥσθʼ ὑπαρχούσης γνησίας θυγατρὸς τῷ τὸν κλῆρον καταλιπόντι ἑτέρῳ δοῦναι ταύτην ἀνθʼ ἑαυτοῦ. ἀκριβῶς γὰρ ᾔδει διότι τοῖς γε ἐκ τῆς γνησίας θυγατρὸς παισὶ γεγονόσιν ἁπάντων τῶν παππῴων κληρονομία προσήκει. εἶτα εἰδὼς ἄν τις ταῦτα ἑτέρῳ παραδοίη τὰ αὑτοῦ, καὶ ταῦτα τηλικαῦτα ὄντα ὅσων ἠμφισβήτησαν οὗτοι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="51"><p>δοκεῖ δʼ ἄν τις ὑμῖν οὕτως ἀναιδὴς ἢ τολμηρὸς εἰσποίητος γενέσθαι, ὥστε μηδὲ τὸ δέκατον μέρος ἐπιδοὺς ἐκδοῦναι τῇ γνησίᾳ θυγατρὶ τῶν πατρῴων; γενομένων δὲ τούτων δοκεῖ ἂν ὑμῖν ὁ θεῖος ἐπιτρέψαι, ὁ ἐγγυῆσαι μεμαρτυρηκὼς αὐτῆς τὴν μητέρα; ἐγὼ μὲν γὰρ οὐ νομίζω, ἀλλὰ καὶ ἠμφισβήτησεν ἂν τοῦ κλήρου καὶ διεμαρτύρησε καὶ εἰσήγγειλεν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰσήγγειλεν</foreign>Aldus: <foreign xml:lang="grc">-ελλεν.</foreign></note> ἂν πρὸς τὸν ἄρχοντα, καὶ ἄλλο εἴ τι ἦν ἰσχυρότερον τούτων, ἅπαντʼ ἂν διεπράξατο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="52"><p>ὁ μὲν τοίνυν Ἔνδιος ὡς ἐξ ἑταίρας οὖσαν ἠγγύησεν, ἥν φησιν ἀδελφιδῆν Νικόδημος εἶναι αὑτῷ· οὗτος δὲ οὔτε τῷ Ἐνδίῳ τοῦ Πύρρου κλήρου ἀμφισβητῆσαι ἠξίωσεν, οὔτʼ ἐγγυήσαντα τὴν ἀδελφιδῆν 〈ὡς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὡς</foreign>add. Reiske.</note> οὖσαν ἐξ ἑταίρας εἰσαγγεῖλαι πρὸς τὸν ἄρχοντα [ἠξίωσεν], οὔτʼ ἐπὶ τῇ δοθείσῃ προικὶ αὐτῇ ἠγανάκτησεν οὐδέν, ἀλλὰ πάντα ταῦτα εἴασε γενέσθαι. οἱ δὲ νόμοι περὶ ἁπάντων διορίζουσι τούτων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="53"><p>ἀναγνώσεται οὖν πρῶτον ὑμῖν τὴν περὶ τῆς ἐπιδικασίας τοῦ κλήρου μαρτυρίαν πάλιν, ἔπειτα τὴν περὶ τῆς ἐγγυήσεως τῆς γυναικός. ἀναγίγνωσκε αὐτοῖς.</p><p rend="align(center)"><label>Μαρτυρία〈ι〉</label></p><p rend="align(indent)">ἀνάγνωθι δὴ καὶ τοὺς νόμους.</p><p rend="align(center)"><label>Νόμοι</label></p><p rend="align(indent)">λαβὲ δὴ καὶ τὴν τούτου μαρτυρίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="54"><p rend="align(center)"><label>Μαρτυρία </label></p><p rend="align(indent)">πῶς οὖν 〈ἄν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄν</foreign>add. Dobree.</note> τις σαφέστερον ἐξελέγχοι<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐξελέγχοι</foreign>Aldus: <foreign xml:lang="grc">-ει.</foreign></note> ψευδομαρτυρίων διώκων ἢ ἔκ τε τῶν πεπραγμένων αὐτοῖς τούτοις ἐπιδεικνύων καὶ ἐκ τῶν νόμων ἁπάντων τῶν ἡμετέρων;</p><p rend="align(indent)">περὶ μὲν οὖν τούτου σχεδὸν εἴρηται τὰ πολλά· σκέψασθε δὲ καὶ περὶ τοῦ ἔχοντος τὴν ἀδελφιδῆν τὴν τούτου γυναῖκα, ἐὰν ἄρα τι γένηται καὶ ἐκ τούτου τεκμήριον ὡς ἔστι ψευδῆ τὰ μεμαρτυρημένα Νικοδήμῳ. </p></div></div></body></text></TEI>